Χορός
ὦ τλῆμον Ἑλλάς, πένθος οἷον εἰσορῶ
ἕξουσαν, ἀνδρὸς τοῦδέ γ᾽ εἰ σφαλήσεται.
Ὕλλος
ἐπεὶ παρέσχες ἀντιφωνῆσαι, πάτερ,
1115σιγὴν παρασχὼν κλῦθί μου, νοσῶν ὅμως:
αἰτήσομαι γάρ σ᾽ ὧν δίκαια τυγχάνειν.
δός μοι σεαυτόν, μὴ τοσοῦτον ὡς δάκνει
θυμῷ δύσοργος: οὐ γὰρ ἂν γνοίης ἐν οἷς
χαίρειν προθυμεῖ κἀν ὅτοις ἀλγεῖς μάτην.
Ἡρακλῆς
1120εἰπὼν ὃ χρῄζεις λῆξον: ὡς ἐγὼ νοσῶν
οὐδὲν ξυνίημ᾽ ὧν σὺ ποικίλλεις πάλαι.
Ὕλλος
τῆς μητρὸς ἥκω τῆς ἐμῆς φράσων ἐν οἷς
νῦν ἐστιν ὥς θ᾽ ἥμαρτεν οὐχ ἑκουσία.
Ἡρακλῆς
ὦ παγκάκιστε, καὶ παρεμνήσω γὰρ αὖ
1125τῆς πατροφόντου μητρός, ὡς κλύειν ἐμέ;
Ὕλλος
ἔχει γὰρ οὕτως ὥστε μὴ σιγᾶν πρέπειν.
Ἡρακλῆς
οὐ δῆτα τοῖς γε πρόσθεν ἡμαρτημένοις.
Ὕλλος
ἀλλ᾽ οὐδὲ μὲν δὴ τοῖς γ᾽ ἐφ᾽ ἡμέραν ἐρεῖς.
Ἡρακλῆς
λέγ᾽, εὐλαβοῦ δὲ μὴ φανῇς κακὸς γεγώς.
Ὕλλος
1130λέγω: τέθνηκεν ἀρτίως νεοσφαγής.
Ἡρακλῆς
πρὸς τοῦ; τέρας τοι διὰ κακῶν ἐθέσπισας.
Ὕλλος
αὐτὴ πρὸς αὑτῆς, οὐδενὸς πρὸς ἐκτόπου.
Ἡρακλῆς
οἴμοι: πρὶν ὡς χρῆν σφ᾽ ἐξ ἐμῆς θανεῖν χερός;
Ὕλλος
κἂν σοῦ στραφείη θυμός, εἰ τὸ πᾶν μάθοις.
Ἡρακλῆς
1135δεινοῦ λόγου κατῆρξας: εἰπὲ δ᾽ ᾗ νοεῖς.
Ὕλλος
ἅπαν τὸ χρῆμ᾽, ἥμαρτε χρηστὰ μωμένη.
Ἡρακλῆς
χρήστ᾽, ὦ κάκιστε, πατέρα σὸν κτείνασα δρᾷ;
Ὕλλος
στέργημα γὰρ δοκοῦσα προσβαλεῖν σέθεν
ἀπήμπλαχ᾽, ὡς προσεῖδε τοὺς ἔνδον γάμους.
Ἡρακλῆς
1140καὶ τίς τοσοῦτος φαρμακεὺς Τραχινίων;
Ὕλλος
Νέσσος πάλαι Κένταυρος ἐξέπεισέ νιν
τοιῷδε φίλτρῳ τὸν σὸν ἐκμῆναι πόθον.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.