next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Δηιάνειρα

λόγος μέν ἐστ᾽ ἀρχαῖος ἀνθρώπων φανείς,
ὡς οὐκ ἂν αἰῶν᾽ ἐκμάθοις βροτῶν, πρὶν ἂν
θάνῃ τις, οὔτ᾽ εἰ χρηστὸς οὔτ᾽ εἴ τῳ κακός:
ἐγὼ δὲ τὸν ἐμόν, καὶ πρὶν εἰς Ἅιδου μολεῖν,
5ἔξοιδ᾽ ἔχουσα δυστυχῆ τε καὶ βαρύν,
ἥτις πατρὸς μὲν ἐν δόμοισιν Οἰνέως
ναίουσ᾽ ἔτ᾽ ἐν Πλευρῶνι νυμφείων ὄκνον
ἄλγιστον ἔσχον, εἴ τις Αἰτωλὶς γυνή.
μνηστὴρ γὰρ ἦν μοι ποταμός, Ἀχελῷον λέγω,
10ὅς μ᾽ ἐν τρισὶν μορφαῖσιν ἐξῄτει πατρός,
φοιτῶν ἐναργὴς ταῦρος, ἄλλοτ᾽ αἰόλος
δράκων ἑλικτός, ἄλλοτ᾽ ἀνδρείῳ κύτει
βούπρῳρος: ἐκ δὲ δασκίου γενειάδος
κρουνοὶ διερραίνοντο κρηναίου ποτοῦ.
15τοιόνδ᾽ ἐγὼ μνηστῆρα προσδεδεγμένη
δύστηνος αἰεὶ κατθανεῖν ἐπηυχόμην,
πρὶν τῆσδε κοίτης ἐμπελασθῆναί ποτε.
χρόνῳ δ᾽ ἐν ὑστέρῳ μέν, ἀσμένῃ δέ μοι,
κλεινὸς ἦλθε Ζηνὸς Ἀλκμήνης τε παῖς:
20ὃς εἰς ἀγῶνα τῷδε συμπεσὼν μάχης
ἐκλύεταί με: καὶ τρόπον μὲν ἂν πόνων
οὐκ ἂν διείποιμ᾽: οὐ γὰρ οἶδ᾽: ἀλλ᾽ ὅστις ἦν
θακῶν ἀταρβὴς τῆς θέας, ὅδ᾽ ἂν λέγοι:
ἐγὼ γὰρ ἥμην ἐκπεπληγμένη φόβῳ
25μή μοι τὸ κάλλος ἄλγος ἐξεύροι ποτέ.
τέλος δ᾽ ἔθηκε Ζεὺς ἀγώνιος καλῶς,
εἰ δὴ καλῶς. λέχος γὰρ Ἡρακλεῖ κριτὸν
ξυστᾶσ᾽ ἀεί τιν᾽ ἐκ φόβου φόβον τρέφω,
κείνου προκηραίνουσα: νὺξ γὰρ εἰσάγει
30καὶ νὺξ ἀπωθεῖ διαδεδεγμένη πόνον.
κἀφύσαμεν δὴ παῖδας, οὓς κεῖνός ποτε,
γῄτης ὅπως ἄρουραν ἔκτοπον λαβών,
σπείρων μόνον προσεῖδε κἀξαμῶν ἅπαξ.
τοιοῦτος αἰὼν εἰς δόμους τε κἀκ δόμων
35αἰεὶ τὸν ἄνδρ᾽ ἔπεμπε λατρεύοντά τῳ.
νῦν δ᾽ ἡνίκ᾽ ἄθλων τῶνδ᾽ ὑπερτελὴς ἔφυ,
ἐνταῦθα δὴ μάλιστα ταρβήσασ᾽ ἔχω.
ἐξ οὗ γὰρ ἔκτα κεῖνος Ἰφίτου βίαν,
ἡμεῖς μὲν ἐν Τραχῖνι τῇδ᾽ ἀνάστατοι
40ξένῳ παρ᾽ ἀνδρὶ ναίομεν, κεῖνος δ᾽ ὅπου
βέβηκεν οὐδεὶς οἶδε: πλὴν ἐμοὶ πικρὰς
ὠδῖνας αὐτοῦ προσβαλὼν ἀποίχεται.
σχεδὸν δ᾽ ἐπίσταμαί τι πῆμ᾽ ἔχοντά νιν:
χρόνον γὰρ οὐχὶ βαιόν, ἀλλ᾽ ἤδη δέκα
45μῆνας πρὸς ἄλλοις πέντ᾽ ἀκήρυκτος μένει.
κἀστίν τι δεινὸν πῆμα: τοιαύτην ἐμοὶ
δέλτον λιπὼν ἔστειχε, τὴν ἐγὼ θαμὰ
θεοῖς ἀρῶμαι πημονῆς ἄτερ λαβεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1902)
load focus English (Robert Torrance)
load focus English (Sir Richard Jebb, 1892)
hide References (13 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: