ὁπόθεν ἔσοιτο μᾶζα καὶ παροψίδες.ἐν δὲ Εὐρώπῃ πάλιν ἐπὶ παροψήματος διὰ πλειόνων εἴρηκεν, ἐν οἷς ἐστι καὶ τάδε ῾I 611 K':'
Α. γυνὴ καθεύδουσ᾽ ἐστὶν ἀργόν. Β. μανθάνω.κἀν τοῖς δ᾽ ἑξῆς δίεισιν ὥσπερ ἐπὶ παροψήματος λέγων τῶν παροψίδων. ἐν δὲ Φάωνι ῾I 649 K':'
Α. ἐγρηγορυίας δ᾽ εἰσὶν αἱ παροψίδες
αὐταὶ μόνον κρεῖττον πολὺ χρῆμ᾽ εἰς ἡδονὴν
ἢ τἄλλα βεῖν οὐ γάρ τινες παροψίδες
εἰσ᾽, ἀντιβολῶ σ᾽;
τὰ δ᾽ ἀλλότρι᾽ ἔσθ᾽ ὅμοια ταῖς παροψίσι:Ἀριστοφάνης Δαιδάλῳ ῾I 436 K':'
βραχὺ γάρ <τι> τέρψαντ᾽ ἐξανάλωται ταχύ.
πάσαις γυναιξὶν ἐξ ἑνός γέ του <τρόπου>
ὥσπερ παροψὶς μοιχὸς ἐσκευασμένος.'