previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἡμεῖς μὲν οὖν σοι ταῦτα, καλὲ ἄνθρωπε, ζητοῦντι συνεισευπορήσαμεν: σὺ δ᾽ ἡμῖν ἀποκρίνασθαι δίκαιος εἶ παρὰ τίνι ἐπὶ τοῦ ἀγγείου παροψὶς κεῖται. ἐπὶ μὲν γὰρ ὄψου παρεσκευασμένου ποικίλου καὶ εἴδους τινὸς τοιούτου Πλάτωνα οἶδα εἰρηκότα ἐν Ἑορταῖς οὕτως I 609 K':'
ὁπόθεν ἔσοιτο μᾶζα καὶ παροψίδες.
ἐν δὲ Εὐρώπῃ πάλιν ἐπὶ παροψήματος διὰ πλειόνων εἴρηκεν, ἐν οἷς ἐστι καὶ τάδε I 611 K':'
Α. γυνὴ καθεύδουσ᾽ ἐστὶν ἀργόν. Β. μανθάνω.
Α. ἐγρηγορυίας δ᾽ εἰσὶν αἱ παροψίδες
αὐταὶ μόνον κρεῖττον πολὺ χρῆμ᾽ εἰς ἡδονὴν
τἄλλα βεῖν οὐ γάρ τινες παροψίδες
εἰσ᾽, ἀντιβολῶ σ᾽;
κἀν τοῖς δ᾽ ἑξῆς δίεισιν ὥσπερ ἐπὶ παροψήματος λέγων τῶν παροψίδων. ἐν δὲ Φάωνι I 649 K':'
τὰ δ᾽ ἀλλότρι᾽ ἔσθ᾽ ὅμοια ταῖς παροψίσι:
βραχὺ γάρ <τι> τέρψαντ᾽ ἐξανάλωται ταχύ.
Ἀριστοφάνης Δαιδάλῳ I 436 K':'
πάσαις γυναιξὶν ἐξ ἑνός γέ του <τρόπου>
ὥσπερ παροψὶς μοιχὸς ἐσκευασμένος.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: