μαθητὰ Λεύκων οἵ τε συνδιάκονοικαὶ περὶ ἑτέρου δὲ μαγείρου ῾ὄνομα δ᾽ ἐστὶ Σεύθης᾿ ὁ αὐτός φησιν ποιητὴς οὕτως ῾IV 523 M':'
ὑμεῖς: ἅπας γάρ ἐστιν οἰκεῖος τόπος
ὑπὲρ τέχνης λαλεῖν τι: τῶν ἡδυσμάτων
πάντων κράτιστόν ἐστιν ἐν μαγειρικῇ
ἀλαζονεία: τὸ καθ᾽ ὅλου δὲ τῶν τεχνῶν
ὄψει σχεδόν τι .... τοῦθ᾽ ἡγούμενον.
ξεναγὸς οὗτος ὅστις ἂν θώρακ᾽ ἔχῃ
φολιδωτὸν ἢ δράκοντα σεσιδηρωμένον,
ἐφάνη Βριάρεως: ἂν τύχῃ δ᾽, ἐστὶν λαγώς.
ὁ μάγειρος ἂν μὲν ὑποδιακόνους ἔχων
πρὸς τὸν ἰδιώτην καὶ μαθητὰς εἰσίῃ,
κυμινοπρίστας πάντας ἢ λιμοὺς καλῶν,
ἔπτηξ᾽ ἕκαστος εὐθύς. ἂν δ᾽ ἀληθινὸν
σαυτὸν παραβάλλῃς, καὶ προσεκδαρεὶς ἄπει.
ὅπερ οὖν ὑπεθέμην, τῷ κενῷ χώραν δίδου,
καὶ τὰ στόμια γίνωσκε τῶν κεκλημένων.
ὥσπερ γὰρ εἰς τἀμπόρια, τῆς τέχνης πέρας
τοῦτ᾽ ἔστιν, ἂν εὖ προσδράμῃς πρὸς τὸ στόμα.
διακονοῦμεν νῦν γάμους: τὸ θῦμα βοῦς:
ὁ διδοὺς ἐπιφανής, ἐπιφανὴς ὁ λαμβάνων:
τούτων γυναῖκες ἱέρειαι Θεᾷ, Θεῷ,
κορύβαντες, αὐλοί, παννυχίδες, ἀναστροφή:
ἱππόδρομος οὗτός ἐστί σοι μαγειρικῆς.
μέμνησο καὶ σὺ τοῦτο.
ἰδιώτης μέγας
αὐτοῖς ὁ Σεύθης: οἶσθας, ὦ βέλτισθ᾽, ὅτι
ἀγαθοῦ στρατηγοῦ διαφέρειν οὐθὲν δοκεῖ.
οἱ πολέμιοι πάρεισιν: ὁ βαθὺς τῇ φύσει
στρατηγὸς ἔστη καὶ τὸ πρᾶγμ᾽ ἐδέξατο.
πολέμιός ἐστι πᾶς ὁ συμπίνων ὄχλος.
κινεῖ γὰρ ἁθρόος οὗτος: εἰσελήλυθεν,
ἐκ πεντεκαίδεχ᾽ ἡμερῶν προηλπικὼς
τὸ δεῖπνον, ὁρμῆς μεστός, ἐκκεκαυμένος,
τηρῶν πότ᾽ ἐπὶ τὰς χεῖρας οἴσει τις. νόει
ὄχλου τοιούτου ῥαχίαν ἠθροισμένην.