previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μαθητὰ Λεύκων οἵ τε συνδιάκονοι
ὑμεῖς: ἅπας γάρ ἐστιν οἰκεῖος τόπος
ὑπὲρ τέχνης λαλεῖν τι: τῶν ἡδυσμάτων
πάντων κράτιστόν ἐστιν ἐν μαγειρικῇ
ἀλαζονεία: τὸ καθ᾽ ὅλου δὲ τῶν τεχνῶν
ὄψει σχεδόν τι .... τοῦθ᾽ ἡγούμενον.
ξεναγὸς οὗτος ὅστις ἂν θώρακ᾽ ἔχῃ
φολιδωτὸν δράκοντα σεσιδηρωμένον,
ἐφάνη Βριάρεως: ἂν τύχῃ δ᾽, ἐστὶν λαγώς.
μάγειρος ἂν μὲν ὑποδιακόνους ἔχων
πρὸς τὸν ἰδιώτην καὶ μαθητὰς εἰσίῃ,
κυμινοπρίστας πάντας λιμοὺς καλῶν,
ἔπτηξ᾽ ἕκαστος εὐθύς. ἂν δ᾽ ἀληθινὸν
σαυτὸν παραβάλλῃς, καὶ προσεκδαρεὶς ἄπει.
ὅπερ οὖν ὑπεθέμην, τῷ κενῷ χώραν δίδου,
καὶ τὰ στόμια γίνωσκε τῶν κεκλημένων.
ὥσπερ γὰρ εἰς τἀμπόρια, τῆς τέχνης πέρας
τοῦτ᾽ ἔστιν, ἂν εὖ προσδράμῃς πρὸς τὸ στόμα.
διακονοῦμεν νῦν γάμους: τὸ θῦμα βοῦς:
διδοὺς ἐπιφανής, ἐπιφανὴς λαμβάνων:
τούτων γυναῖκες ἱέρειαι Θεᾷ, Θεῷ,
κορύβαντες, αὐλοί, παννυχίδες, ἀναστροφή:
ἱππόδρομος οὗτός ἐστί σοι μαγειρικῆς.
μέμνησο καὶ σὺ τοῦτο.
καὶ περὶ ἑτέρου δὲ μαγείρου ῾ὄνομα δ᾽ ἐστὶ Σεύθης᾿ αὐτός φησιν ποιητὴς οὕτως IV 523 M':'
ἰδιώτης μέγας
αὐτοῖς Σεύθης: οἶσθας, βέλτισθ᾽, ὅτι
ἀγαθοῦ στρατηγοῦ διαφέρειν οὐθὲν δοκεῖ.
οἱ πολέμιοι πάρεισιν: βαθὺς τῇ φύσει
στρατηγὸς ἔστη καὶ τὸ πρᾶγμ᾽ ἐδέξατο.
πολέμιός ἐστι πᾶς συμπίνων ὄχλος.
κινεῖ γὰρ ἁθρόος οὗτος: εἰσελήλυθεν,
ἐκ πεντεκαίδεχ᾽ ἡμερῶν προηλπικὼς
τὸ δεῖπνον, ὁρμῆς μεστός, ἐκκεκαυμένος,
τηρῶν πότ᾽ ἐπὶ τὰς χεῖρας οἴσει τις. νόει
ὄχλου τοιούτου ῥαχίαν ἠθροισμένην.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: