οὐκ ἂν δυναίμην ἐμφαγεῖν ἄρτον τινά:οἳ δὲ τὸ γήθυον καλούμενον τοῦτό φασιν εἶναι, οὗ μνημονεύει Φρύνιχος ἐν Κρόνῳ ῾I 373 K':' ὅπερ ἐξηγούμενος δρᾶμα Δίδυμος ὅμοιά φησιν εἶναι τὰ γήθυα τοῖς λεγομένοις ἀμπελοπράσοις, τὰ δ᾽ αὐτὰ καὶ γηθυλλίδας λέγεσθαι. μνημονεύει τῶν γηθυλλίδων καὶ Ἐπίχαρμος ἐν Φιλοκτήτῃ οὕτως ῾p. 253 L':' ‘ἐν δὲ σκόροδα δύο καὶ γαθυλλίδες δύο.' Ἀριστοφάνης Αἰολοσίκωνι δευτέρῳ ῾I 393 K':'
παρὰ Γναθαινίῳ γὰρ ἄρτι κατέφαγον,
ἕψουσαν αὐτὴν καταλαβὼν γηθυλλίδας.
τῶν δὲ γηθύωνΠολέμων δ᾽ ὁ περιηγητὴς ἐν τῷ περὶ Σαμοθρᾴκης ῾fr. 36 Pr' 'καὶ κιττῆσαί φησι τῆς γηθυλλίδος τὴν Λητώ, γράφων οὕτως: ‘διατέτακται παρὰ Δελφοῖς τῇ θυσίᾳ τῶν Θεοξενίων, ὃς ἂν κομίσῃ γηθυλλίδα μεγίστην τῇ Λητοῖ, λαμβάνειν μοῖραν ἀπὸ τῆς τραπέζης. ἑώρακα δὲ καὶ αὐτὸς οὐκ ἐλάττω γηθυλλίδα γογγυλίδος καὶ τῆς στρογγύλης ῥαφανῖδος. ἱστοροῦσι δὲ τὴν Λητὼ κύουσαν τὸν Ἀπόλλωνα κιττῆσαι γηθυλλίδος: διὸ δὴ τῆς τιμῆς τετυχηκέναι ταύτης.'
ῥίζας ἐχούσας σκοροδομίμητον φύσιν.