previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΚΕΦΑΛΩΤΟΝ. τοῦτο καὶ πράσιον καλεῖσθαί φησιν αὐτὸς Δίφιλος καὶ εὐχυλότερον εἶναι τοῦ καρτοῦ. εἶναι δὲ καὶ αὐτὸ μέσως λεπτυντικόν, θρεπτικόν τε καὶ πνευματῶδες. Ἐπαίνετος δ᾽ ἐν Ὀψαρτυτικῷ τὰ κεφαλωτὰ καλεῖσθαί φησι γηθυλλίδας. τοῦτο δὲ τὸ ὄνομα μνήμης εὑρίσκω τετυχηκὸς παρὰ μὲν Εὐβούλῳ ἐν Πορνοβοσκῷ οὕτως II 195 K':'
οὐκ ἂν δυναίμην ἐμφαγεῖν ἄρτον τινά:
παρὰ Γναθαινίῳ γὰρ ἄρτι κατέφαγον,
ἕψουσαν αὐτὴν καταλαβὼν γηθυλλίδας.
οἳ δὲ τὸ γήθυον καλούμενον τοῦτό φασιν εἶναι, οὗ μνημονεύει Φρύνιχος ἐν Κρόνῳ I 373 K':' ὅπερ ἐξηγούμενος δρᾶμα Δίδυμος ὅμοιά φησιν εἶναι τὰ γήθυα τοῖς λεγομένοις ἀμπελοπράσοις, τὰ δ᾽ αὐτὰ καὶ γηθυλλίδας λέγεσθαι. μνημονεύει τῶν γηθυλλίδων καὶ Ἐπίχαρμος ἐν Φιλοκτήτῃ οὕτως p. 253 L':' ‘ἐν δὲ σκόροδα δύο καὶ γαθυλλίδες δύο.' Ἀριστοφάνης Αἰολοσίκωνι δευτέρῳ I 393 K':'
τῶν δὲ γηθύων
ῥίζας ἐχούσας σκοροδομίμητον φύσιν.
Πολέμων δ᾽ περιηγητὴς ἐν τῷ περὶ Σαμοθρᾴκης fr. 36 Pr' 'καὶ κιττῆσαί φησι τῆς γηθυλλίδος τὴν Λητώ, γράφων οὕτως: ‘διατέτακται παρὰ Δελφοῖς τῇ θυσίᾳ τῶν Θεοξενίων, ὃς ἂν κομίσῃ γηθυλλίδα μεγίστην τῇ Λητοῖ, λαμβάνειν μοῖραν ἀπὸ τῆς τραπέζης. ἑώρακα δὲ καὶ αὐτὸς οὐκ ἐλάττω γηθυλλίδα γογγυλίδος καὶ τῆς στρογγύλης ῥαφανῖδος. ἱστοροῦσι δὲ τὴν Λητὼ κύουσαν τὸν Ἀπόλλωνα κιττῆσαι γηθυλλίδος: διὸ δὴ τῆς τιμῆς τετυχηκέναι ταύτης.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: