ὑπερβολῇ λέγουσι τὸν Φιλόξενονκἀν ἄλλῳ δὲ μέρει φησί:
τῶν διθυράμβων τὸν ποιητὴν γεγονέναι
ὀψοφάγον. εἶτα πουλύποδα πηχῶν δυεῖν
ἐν ταῖς Συρακούσαις ποτ᾽ αὐτὸν ἀγοράσαι
καὶ σκευάσαντα καταφαγεῖν ὅλον σχεδὸν
πλὴν τῆς κεφαλῆς. ἁλόντα δ᾽ ὑπὸ δυσπεψίας
κακῶς σφόδρα σχεῖν: εἶτα δ᾽ ἰατροῦ τινος
πρὸς αὐτὸν εἰσελθόντος, ὃς φαύλως πάνυ
ὁρῶν φερόμενον αὐτὸν εἶπεν: ‘εἴ τί σοι
ἀνοικονόμητόν ἐστι διατίθου ταχύ,
Φιλόξεν᾽: ἀποθανῇ γὰρ ὥρας ἑβδόμης‘—
κἀκεῖνος εἶπε: ‘τέλος ἔχει τὰ πάντα μοι,
ἰατρέ, φησί, καὶ δεδιῴκηται πάλαι:
τοὺς διθυράμβους σὺν θεοῖς καταλιμπάνω
ἠνδρωμένους καὶ πάντας ἐστεφανωμένους:
οὓς ἀνατίθημι ταῖς ἐμαυτοῦ συντρόφοις
Μούσαις .... Ἀφροδίτην καὶ Διόνυσον ἐπιτρόπους.
ταῦθ᾽ αἱ διαθῆκαι διασαφοῦσιν. ἀλλ᾽ ἐπεὶ
ὁ Τιμοθέου Χάρων σχολάζειν οὐκ ἐᾷ
οὑκ τῆς Νιόβης, χωρεῖν δὲ πορθμίδ᾽ ἀναβοᾷ,
καλεῖ δὲ μοῖρα νύχιος, ἧς κλύειν χρεών,
ἵν᾽ ἔχων ἀποτρέχω πάντα τἀμαυτοῦ κάτω,
τοῦ πουλύποδός μοι τὸ κατάλοιπον ἀπόδοτε.'
Φιλόξενός ποθ᾽, ὡς λέγουσ᾽, ὁ Κυθήριοςκαὶ Διογένης δὲ ὁ κύων ὠμὸν πολύποδα καταφαγὼν ἐπιθεμένης αὐτῷ τῆς γαστρὸς ἀπέθανε. περὶ δὲ τοῦ Φιλοξένου καὶ ὁ παρῳδὸς Σώπατρος λέγων φησί:
ηὔξατο τριῶν σχεῖν τὸν λάρυγγα πήχεων,
‘ὅπως καταπίνω, φησίν, ὅτι πλεῖστον χρόνον
καὶ πάνθ᾽ ἅμα μοι τὰ βρώμαθ᾽ ἡδονὴν ποῇ.'
δισσαῖς γὰρ ἐν μέσαισιν ἰχθύων φοραῖς
ἧσται, τὸν Αἴτνης ἐς μέσον λεύσσων σκοπόν.