previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

περὶ δὲ Φιλοξένου τοῦ Κυθηρίου διθυραμβοποιοῦ Μάχων κωμῳδιοποιὸς τάδε γράφει:
ὑπερβολῇ λέγουσι τὸν Φιλόξενον
τῶν διθυράμβων τὸν ποιητὴν γεγονέναι
ὀψοφάγον. εἶτα πουλύποδα πηχῶν δυεῖν
ἐν ταῖς Συρακούσαις ποτ᾽ αὐτὸν ἀγοράσαι
καὶ σκευάσαντα καταφαγεῖν ὅλον σχεδὸν
πλὴν τῆς κεφαλῆς. ἁλόντα δ᾽ ὑπὸ δυσπεψίας
κακῶς σφόδρα σχεῖν: εἶτα δ᾽ ἰατροῦ τινος
πρὸς αὐτὸν εἰσελθόντος, ὃς φαύλως πάνυ
ὁρῶν φερόμενον αὐτὸν εἶπεν: ‘εἴ τί σοι
ἀνοικονόμητόν ἐστι διατίθου ταχύ,
Φιλόξεν᾽: ἀποθανῇ γὰρ ὥρας ἑβδόμης‘—
κἀκεῖνος εἶπε: ‘τέλος ἔχει τὰ πάντα μοι,
ἰατρέ, φησί, καὶ δεδιῴκηται πάλαι:
τοὺς διθυράμβους σὺν θεοῖς καταλιμπάνω
ἠνδρωμένους καὶ πάντας ἐστεφανωμένους:
οὓς ἀνατίθημι ταῖς ἐμαυτοῦ συντρόφοις
Μούσαις .... Ἀφροδίτην καὶ Διόνυσον ἐπιτρόπους.
ταῦθ᾽ αἱ διαθῆκαι διασαφοῦσιν. ἀλλ᾽ ἐπεὶ
Τιμοθέου Χάρων σχολάζειν οὐκ ἐᾷ
οὑκ τῆς Νιόβης, χωρεῖν δὲ πορθμίδ᾽ ἀναβοᾷ,
καλεῖ δὲ μοῖρα νύχιος, ἧς κλύειν χρεών,
ἵν᾽ ἔχων ἀποτρέχω πάντα τἀμαυτοῦ κάτω,
τοῦ πουλύποδός μοι τὸ κατάλοιπον ἀπόδοτε.'
κἀν ἄλλῳ δὲ μέρει φησί:
Φιλόξενός ποθ᾽, ὡς λέγουσ᾽, Κυθήριος
ηὔξατο τριῶν σχεῖν τὸν λάρυγγα πήχεων,
ὅπως καταπίνω, φησίν, ὅτι πλεῖστον χρόνον
καὶ πάνθ᾽ ἅμα μοι τὰ βρώμαθ᾽ ἡδονὴν ποῇ.'
καὶ Διογένης δὲ κύων ὠμὸν πολύποδα καταφαγὼν ἐπιθεμένης αὐτῷ τῆς γαστρὸς ἀπέθανε. περὶ δὲ τοῦ Φιλοξένου καὶ παρῳδὸς Σώπατρος λέγων φησί:
δισσαῖς γὰρ ἐν μέσαισιν ἰχθύων φοραῖς
ἧσται, τὸν Αἴτνης ἐς μέσον λεύσσων σκοπόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: