ἐγὼ γάρ εἰμι θυννὶς ἡ μέλαινά σοιἈριστοτέλης δ᾽ ἐν τῷ περὶ ἰχθύων ῾p. 299 R' 'ἀγελαῖον καὶ ἐκτοπιστικὸν εἶναι τὴν θυννίδα. Ἀρχέστρατος δ᾽ ὁ κίμβιξ φησί ῾fr. 20 R':'
καὶ θύννος, ὀρφώς, γλαῦκος, ἔγχελυς, κύων.
καὶ θύννης οὐραῖον ἔχειν—τὴν θυννίδα φωνῶκαὶ Ἀντιφάνης δ᾽ ἐν Παιδεραστῇ ῾II 85 K':'
τὴν μεγάλην, ἧς μητρόπολις Βυζάντιόν ἐστιν.
εἶτα τεμὼν αὐτὴν ὀρθῶς ὄπτησον ἅπασαν
ἁλσὶ μόνον λεπτοῖσι πάσας καὶ ἐλαίῳ ἀλείψας.
θερμά τ᾽ ἔχειν τεμάχη βάπτων δριμεῖαν ἐς ἅλμην:
καὶ ξήρ᾽ ἂν ἐθέλῃς ἔσθειν γενναῖα πέλονται,
ἀθανάτοισι θεοῖσι φυὴν καὶ εἶδος ὅμοια.
ἂν δ᾽ ὄξει ῥάνας παραθῇς, ἀπόλωλεν ἐκείνη.
τῆς τε βελτίστης μεσαῖον θυννάδος Βυζαντίαςτῆς θυννίδος τὸ οὐραῖον ἐπαινεῖ καὶ Ἀντιφάνης ἐν Κουρίδι οὕτως ῾II 63 K':'
τέμαχος ἐν τεύτλου λακιστοῖς κρύπτεται στεγάσμασιν.
ὁ μὲν <ἐν> ἀγρῷ τρεφόμενοςκομιδῇ γὰρ οὐκ ἦν οὐδαμοῦ. τούτων τῶν ἰαμβείων ἔνια ἔστιν εὑρεῖν καὶ ἐν Ἀκεστρίᾳ καὶ ἐν Ἀγροίκῳ ἢ Βουταλίωνι. Ἱππῶναξ δέ, ὡς Λυσανίας ἐν τοῖς περὶ ἰαμβοποιῶν παρατίθεται, φησίν ῾II 474 B4':'
θαλάττιον μὲν οὗτος οὐδὲν ἐσθίει
πλὴν τῶν παρὰ γῆν, γόγγρον τιν᾽ ἢ νάρκην τιν᾽ ἢ
θύννης τὰ πρὸς γῆς. Β. ποῖα; Α. τὰ κάτωθεν λέγω.
Β. τούτους φάγοις ἄν; Γ. τοὺς γὰρ ἄλλους νενόμικα
ἀνθρωποφάγους ἰχθῦς. Β. τὸ δεῖνα δ᾽ ἐσθίεις,
τουτι κακόνωτα πλοῖα; Γ. Κωπᾷδας λέγεις;
ἀγρίως γε ... παρὰ λίμνην γὰρ γεωργῶν τυγχάνω.
τὰ δ᾽ ἐγχέλεια γράψομαι λιποταξίου:
ὃ μὲν γὰρ αὐτῶν ἡσυχῇ τε καὶ ῥύβδηνμνημονεύει δὲ τῶν θυννίδων καὶ Στράττις ἐν Καλλιππίδῃ ῾I 715 K'.'
θυννίδα τε καὶ μυττωτὸν ἡμέρας πάσας
δαινύμενος, ὥσπερ Λαμψακηνὸς εὐνοῦχος,
κατέφαγε δὴ τὸν κλῆρον: ὥστε χρὴ σκάπτειν
πέτρας τορείας, σῦκα μέτρια τρώγων
καὶ κρίθινον κόλλικα, δούλιον χόρτον.