previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΘΥΝΝΙΣ. τοῦ ἄρρενος ταύτην φησὶ διαφέρειν Ἀριστοτέλης h. an. 543 a 12' 'τῷ ἔχειν ὑπὸ τῇ γαστρὶ πτερύγιον, καλεῖσθαι ἀθέρα. ἐν δὲ τῷ περὶ ζῴων μορίων ib. 543 b 11' 'διιστὰς αὐτὴν τοῦ θύννου φησιν τοῦ θέρους τίκτειν περὶ τὸν Ἑκατομβαιῶνα θυλακοειδές, ἐν πολλὰ γίνεσθαι μικρὰ ᾠά. καὶ Σπεύσιππος δ᾽ ἐν δευτέρῳ Ὁμοίων διίστησιν αὐτὰς τῶν θύννων καὶ Ἐπίχαρμος ἐν Μούσαις. Κρατῖνος δ᾽ ἐν Πλούτοις φησίν I 63 K':'
ἐγὼ γάρ εἰμι θυννὶς μέλαινά σοι
καὶ θύννος, ὀρφώς, γλαῦκος, ἔγχελυς, κύων.
Ἀριστοτέλης δ᾽ ἐν τῷ περὶ ἰχθύων p. 299 R' 'ἀγελαῖον καὶ ἐκτοπιστικὸν εἶναι τὴν θυννίδα. Ἀρχέστρατος δ᾽ κίμβιξ φησί fr. 20 R':'
καὶ θύννης οὐραῖον ἔχειντὴν θυννίδα φωνῶ
τὴν μεγάλην, ἧς μητρόπολις Βυζάντιόν ἐστιν.
εἶτα τεμὼν αὐτὴν ὀρθῶς ὄπτησον ἅπασαν
ἁλσὶ μόνον λεπτοῖσι πάσας καὶ ἐλαίῳ ἀλείψας.
θερμά τ᾽ ἔχειν τεμάχη βάπτων δριμεῖαν ἐς ἅλμην:
καὶ ξήρ᾽ ἂν ἐθέλῃς ἔσθειν γενναῖα πέλονται,
ἀθανάτοισι θεοῖσι φυὴν καὶ εἶδος ὅμοια.
ἂν δ᾽ ὄξει ῥάνας παραθῇς, ἀπόλωλεν ἐκείνη.
καὶ Ἀντιφάνης δ᾽ ἐν Παιδεραστῇ II 85 K':'
τῆς τε βελτίστης μεσαῖον θυννάδος Βυζαντίας
τέμαχος ἐν τεύτλου λακιστοῖς κρύπτεται στεγάσμασιν.
τῆς θυννίδος τὸ οὐραῖον ἐπαινεῖ καὶ Ἀντιφάνης ἐν Κουρίδι οὕτως II 63 K':'
μὲν <ἐν> ἀγρῷ τρεφόμενος
θαλάττιον μὲν οὗτος οὐδὲν ἐσθίει
πλὴν τῶν παρὰ γῆν, γόγγρον τιν᾽ νάρκην τιν᾽
θύννης τὰ πρὸς γῆς. Β. ποῖα; Α. τὰ κάτωθεν λέγω.
Β. τούτους φάγοις ἄν; Γ. τοὺς γὰρ ἄλλους νενόμικα
ἀνθρωποφάγους ἰχθῦς. Β. τὸ δεῖνα δ᾽ ἐσθίεις,
τουτι κακόνωτα πλοῖα; Γ. Κωπᾷδας λέγεις;
ἀγρίως γε ... παρὰ λίμνην γὰρ γεωργῶν τυγχάνω.
τὰ δ᾽ ἐγχέλεια γράψομαι λιποταξίου:
κομιδῇ γὰρ οὐκ ἦν οὐδαμοῦ. τούτων τῶν ἰαμβείων ἔνια ἔστιν εὑρεῖν καὶ ἐν Ἀκεστρίᾳ καὶ ἐν Ἀγροίκῳ Βουταλίωνι. Ἱππῶναξ δέ, ὡς Λυσανίας ἐν τοῖς περὶ ἰαμβοποιῶν παρατίθεται, φησίν II 474 B4':'
μὲν γὰρ αὐτῶν ἡσυχῇ τε καὶ ῥύβδην
θυννίδα τε καὶ μυττωτὸν ἡμέρας πάσας
δαινύμενος, ὥσπερ Λαμψακηνὸς εὐνοῦχος,
κατέφαγε δὴ τὸν κλῆρον: ὥστε χρὴ σκάπτειν
πέτρας τορείας, σῦκα μέτρια τρώγων
καὶ κρίθινον κόλλικα, δούλιον χόρτον.
μνημονεύει δὲ τῶν θυννίδων καὶ Στράττις ἐν Καλλιππίδῃ I 715 K'.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: