ΒΕΜΒΡΑΔΕΣ. Φρύνιχος Τραγῳδοῖς ῾I 383 K':'Ἐπίχαρμος ἐν Ἥβας γάμῳ βαμβραδόνας αὐτὰς καλεῖ ῾p. 232 L':'
ὦ χρυσοκέφαλοι βεμβράδες θαλάσσιαι.
βαμβραδόνες τε καὶ κίχλαι, λαγοί, δράκοντες ἄλκιμοι.καὶ Σώφρων ἐν ἀνδρείοις ῾fr. 54 Bo':' ‘βαμβραδόνι, ῥαφίδι.' Νουμήνιος δ᾽ ἐν Ἁλιευτικῷ ῾fr. 3 Birt':'
ἠβαιῇ καρῖδι καὶ εἴ ποτε βεμβράδι, κείνῃΔωρίων δ᾽ ἐν τῷ περὶ ἰχθύων φησί: ‘βεμβράδα ἀποκεφαλίσας, ἐὰν ᾖ ἁδροτέρα, καὶ ἀποπλύνας ἁλὶ λεπτῷ καὶ ὕδατι, ἕψε τὸν αὐτὸν τρόπον τῇ τριγλίτιδι.' γίνεται δέ, φησίν, ἐκ μόνης τῆς βεμβράδος σκευασία τις ἡ προσαγορευομένη βεμβραφύη: ὧν μνημονεύει Ἀριστώνυμος ἐν Ἡλίῳ ῥιγῶντι ῾I 668 K':'
ζωῇ ἔπ᾽ ἀγρώσσοις: τάδε <δὴ> σκέψαιο δέλετρα.
ὅ γέ τοι Σικελὸς ταῖς μεμβραφύαις προσέοικεν ὁἈττικοὶ δ᾽ ὅμως βεμβράδας λέγουσιν. Ἀριστομένης Γόησι ῾I 691 K':'
καρκινοβήτης.
βεμβράδας φέρων ὀβολοῦ.Ἀριστώνυμος Ἡλίῳ ῥιγῶντι ῾I 668 K':'
οὔτ᾽ ἀφύη νῦν ἔστ᾽ ἔθ᾽ ἁπλῶς οὔτ᾽ αὖ βεμβρὰςἈριστοφάνης Γήρᾳ ῾I 425 K':'
κακοδαίμων.
ταῖς πολιόχρωσι βεμβράσιν τεθραμμένη.Πλάτων Πρέσβεσιν ῾I 633 K':'
Ἡράκλεις, τῶν βεμβράδων.ἐν δὲ ταῖς Εὐπόλιδος Αἰξὶν ἔστιν εὑρεῖν καὶ διὰ τοῦ 〈μ〉 γραφόμενον ῾I 264 K'.' Ἀντιφάνης δ᾽ ἐν Κνοιθιδεῖ ῾II 61 K':'
ἄτοπά γε κηρύττουσιν ἐν τοῖς ἰχθύσικαὶ Ἄλεξις δ᾽ ἐν Χορηγίδι διὰ τοῦ 〈μ〉 εἴρηκεν ῾II 391 K':'
κηρύγμαθ᾽, οὗ καὶ νῦν τις ἐκεκράγει μέγα
μέλιτος γλυκυτέρας μεμβράδας φάσκων ἔχειν.
εἰ τοῦτο τοιοῦτ᾽ ἐστίν, οὐδὲν κωλύει
τοὺς μελιτοπώλας αὖ λέγειν βοᾶν θ᾽ ὅτι
πωλοῦσι τὸ μέλι σαπρότερον τῶν μεμβράδων.
ὃς τοῖς τετραδισταῖς μὲν παρέθηκεν ἐσθίεινἐν δὲ Πρωτοχόρῳ ῾II 369 K':'
πρώην λέκιθον καὶ μεμβράδας καὶ στέμφυλα.
ἐπιπονώτερον
<ἔργον> μὰ τὸν Διόνυσον οὐκ εἴληφ᾽ ἐγὼ
ἀφ᾽ οὗ παρασιτῶ. μεμβράδας μοι κρεῖττον ἦν
ἔχειν μετ᾽ Ἀττικιστὶ δυναμένου λαλεῖν.
ὀνησιφόρον ἦν τοῦτο.