previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΒΕΜΒΡΑΔΕΣ. Φρύνιχος Τραγῳδοῖς I 383 K':'
χρυσοκέφαλοι βεμβράδες θαλάσσιαι.
Ἐπίχαρμος ἐν Ἥβας γάμῳ βαμβραδόνας αὐτὰς καλεῖ p. 232 L':'
βαμβραδόνες τε καὶ κίχλαι, λαγοί, δράκοντες ἄλκιμοι.
καὶ Σώφρων ἐν ἀνδρείοις fr. 54 Bo':' ‘βαμβραδόνι, ῥαφίδι.' Νουμήνιος δ᾽ ἐν Ἁλιευτικῷ fr. 3 Birt':'
ἠβαιῇ καρῖδι καὶ εἴ ποτε βεμβράδι, κείνῃ
ζωῇ ἔπ᾽ ἀγρώσσοις: τάδε <δὴ> σκέψαιο δέλετρα.
Δωρίων δ᾽ ἐν τῷ περὶ ἰχθύων φησί: ‘βεμβράδα ἀποκεφαλίσας, ἐὰν ἁδροτέρα, καὶ ἀποπλύνας ἁλὶ λεπτῷ καὶ ὕδατι, ἕψε τὸν αὐτὸν τρόπον τῇ τριγλίτιδι.' γίνεται δέ, φησίν, ἐκ μόνης τῆς βεμβράδος σκευασία τις προσαγορευομένη βεμβραφύη: ὧν μνημονεύει Ἀριστώνυμος ἐν Ἡλίῳ ῥιγῶντι I 668 K':'
γέ τοι Σικελὸς ταῖς μεμβραφύαις προσέοικεν
καρκινοβήτης.
Ἀττικοὶ δ᾽ ὅμως βεμβράδας λέγουσιν. Ἀριστομένης Γόησι I 691 K':'
βεμβράδας φέρων ὀβολοῦ.
Ἀριστώνυμος Ἡλίῳ ῥιγῶντι I 668 K':'
οὔτ᾽ ἀφύη νῦν ἔστ᾽ ἔθ᾽ ἁπλῶς οὔτ᾽ αὖ βεμβρὰς
κακοδαίμων.
Ἀριστοφάνης Γήρᾳ I 425 K':'
ταῖς πολιόχρωσι βεμβράσιν τεθραμμένη.
Πλάτων Πρέσβεσιν I 633 K':'
Ἡράκλεις, τῶν βεμβράδων.
ἐν δὲ ταῖς Εὐπόλιδος Αἰξὶν ἔστιν εὑρεῖν καὶ διὰ τοῦμγραφόμενον I 264 K'.' Ἀντιφάνης δ᾽ ἐν Κνοιθιδεῖ II 61 K':'
ἄτοπά γε κηρύττουσιν ἐν τοῖς ἰχθύσι
κηρύγμαθ᾽, οὗ καὶ νῦν τις ἐκεκράγει μέγα
μέλιτος γλυκυτέρας μεμβράδας φάσκων ἔχειν.
εἰ τοῦτο τοιοῦτ᾽ ἐστίν, οὐδὲν κωλύει
τοὺς μελιτοπώλας αὖ λέγειν βοᾶν θ᾽ ὅτι
πωλοῦσι τὸ μέλι σαπρότερον τῶν μεμβράδων.
καὶ Ἄλεξις δ᾽ ἐν Χορηγίδι διὰ τοῦμεἴρηκεν II 391 K':'
ὃς τοῖς τετραδισταῖς μὲν παρέθηκεν ἐσθίειν
πρώην λέκιθον καὶ μεμβράδας καὶ στέμφυλα.
ἐν δὲ Πρωτοχόρῳ II 369 K':'
ἐπιπονώτερον
<ἔργον> μὰ τὸν Διόνυσον οὐκ εἴληφ᾽ ἐγὼ
ἀφ᾽ οὗ παρασιτῶ. μεμβράδας μοι κρεῖττον ἦν
ἔχειν μετ᾽ Ἀττικιστὶ δυναμένου λαλεῖν.
ὀνησιφόρον ἦν τοῦτο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: