ἐν κενῇ γὰρ γαστρὶ τῶν καλῶν ἔρωςἈχαιός φησιν ἐν Αἴθωνι σατυρικῷ ῾fr. 6 N'.' παρ᾽ οὗ ὁ σοφὸς Εὐριπίδης λαβὼν ἔφη ῾fr. 887 N':'
οὐκ ἔστι: πεινῶσιν γὰρ ἡ Κύπρις πικρά,
ἐν πλησμονῇ τοι Κύπρις, ἐν πεινῶντι δ᾽ οὔ.'πρὸς ὃν ὁ Οὐλπιανὸς ἀεί ποτε διαπολεμῶν ἔφη:
‘πλήρης μὲν λαχάνων ἀγορή, πλήρης δὲ καὶ ἄρτων,σὺ δέ, ὦ κύον, ἀεὶ λιμώττεις καὶ οὐκ ἐᾷς ἡμᾶς λόγων καλῶν καὶ ἀφθόνων μεταλαμβάνειν, μᾶλλον δὲ σιτεῖσθαι: τροφὴ γὰρ ψυχῆς λόγοι καλοί.' καὶ ἅμα στραφεὶς πρὸς τὸν οἰκέτην ‘Λεῦκε, ἔφη, κἂν ἐκφατνισματά τινα ἄρτων ἔχῃς, δὸς τοῖς κυσίν.' καὶ ὁ Κύνουλκος ‘εἰ μὲν εἰς ἀκροάσεις λόγων, ἔφη, παρεκεκλήμην, ἠπιστάμην ἥκειν ἀγορᾶς πληθυούσης ῾οὕτως γάρ τις τῶν σοφῶν τὴν τῶν δείξεων ὥραν ἐκάλει, καὶ αὐτὸν οἱ πολλοὶ διὰ τοῦτο Πληθαγόραν ὠνόμαζον̓: εἰ δὲ λουσάμενοι λογάρια δειπνοῦμεν,
μικρὰς τίθημι συμβολὰς ἀκροώμενοςκατὰ τὸν Μένανδρον ῾IV 265 M'.' διὸ παραχωρῶ σοι, ὦ γάστρων, τῆς τοιαύτης ἐμφορεῖσθαι σιτήσεως:
πεινῶντι γὰρ ἀνδρὶ μᾶζα τιμιωτέρακατὰ τὸν τοῦ Ἐρετριέως Ἀχαιοῦ Κύκνον ῾fr. 23 N'.'
χρυσοῦ τε κἀλέφαντος,