previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ταῦτα τοῦ Δημοκρίτου σαφῶς καὶ τορῶς διεξελθόντος ἐπῄνουν μὲν οἱ δαιταλεῖς, δὲ Κύνουλκος ἔφη: ‘ἄνδρες σύσσιτοι, σφόδρα με λιμώττοντα οὐκ ἀηδῶς Δημόκριτος εἱστίασεν ποταμοὺς διαπερανάμενος ἀμβροσίας καὶ νέκταρος, ὑφ᾽ ὧνἀρδευθεὶς τὴν ψυχὴν πάνυ πειναλέος γεγένημαι᾽ λόγους αὐτὸ μόνον καταβροχθίσας: ὥστε ἤδη παυσάμενοί ποτε τῆς τοσαύτης ἀπεραντολογίας [καὶ] κατὰ τὸν Παιανιέα ῥήτορα τοιούτων τινῶν μεταλάβωμεν μήτ᾽ ἰσχὺν ἐντίθησι μήτ᾽ ἀποθνῄσκειν ἐᾷ 3, 33':'
ἐν κενῇ γὰρ γαστρὶ τῶν καλῶν ἔρως
οὐκ ἔστι: πεινῶσιν γὰρ Κύπρις πικρά,
Ἀχαιός φησιν ἐν Αἴθωνι σατυρικῷ fr. 6 N'.' παρ᾽ οὗ σοφὸς Εὐριπίδης λαβὼν ἔφη fr. 887 N':'
ἐν πλησμονῇ τοι Κύπρις, ἐν πεινῶντι δ᾽ οὔ.'
πρὸς ὃν Οὐλπιανὸς ἀεί ποτε διαπολεμῶν ἔφη:
πλήρης μὲν λαχάνων ἀγορή, πλήρης δὲ καὶ ἄρτων,
σὺ δέ, κύον, ἀεὶ λιμώττεις καὶ οὐκ ἐᾷς ἡμᾶς λόγων καλῶν καὶ ἀφθόνων μεταλαμβάνειν, μᾶλλον δὲ σιτεῖσθαι: τροφὴ γὰρ ψυχῆς λόγοι καλοί.' καὶ ἅμα στραφεὶς πρὸς τὸν οἰκέτηνΛεῦκε, ἔφη, κἂν ἐκφατνισματά τινα ἄρτων ἔχῃς, δὸς τοῖς κυσίν.' καὶ Κύνουλκοςεἰ μὲν εἰς ἀκροάσεις λόγων, ἔφη, παρεκεκλήμην, ἠπιστάμην ἥκειν ἀγορᾶς πληθυούσης ῾οὕτως γάρ τις τῶν σοφῶν τὴν τῶν δείξεων ὥραν ἐκάλει, καὶ αὐτὸν οἱ πολλοὶ διὰ τοῦτο Πληθαγόραν ὠνόμαζον̓: εἰ δὲ λουσάμενοι λογάρια δειπνοῦμεν,
μικρὰς τίθημι συμβολὰς ἀκροώμενος
κατὰ τὸν Μένανδρον IV 265 M'.' διὸ παραχωρῶ σοι, γάστρων, τῆς τοιαύτης ἐμφορεῖσθαι σιτήσεως:
πεινῶντι γὰρ ἀνδρὶ μᾶζα τιμιωτέρα
χρυσοῦ τε κἀλέφαντος,
κατὰ τὸν τοῦ Ἐρετριέως Ἀχαιοῦ Κύκνον fr. 23 N'.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: