τῷ κωμῳδογράφῳ, κούφη κόνι, τὸν φιλάγωναἐν τούτοις δηλοῖ σαφῶς ὅτι Ἀλεξανδρεὺς ἦν γένος. ὁ δ᾽ οὖν Μάχων τοῦ Κορύδου μνημονεύει ἐν τούτοις:
κισσὸν ὑπὲρ τύμβου ζῶντα Μάχωνι φέροις.
οὐ γὰρ ἔχεις κηφῆνα παλίμπλυτον, ἀλλ᾽ ἄρα τέχνης
ἄξιον ἀρχαίης λείψανον ἀμφίεσαι.
τοῦτο δ᾽ ὁ πρέσβυς ἐρεῖ: ‘Κέκροπος πόλι, καὶ παρὰ Νείλῳ
ἔστιν ὅτ᾽ ἐν Μούσαις δριμὺ πέφυκε φυτόν.'
τὸν Κόρυδον ἠρώτησεν Εὐκράτη ποτὲΛυγκεὺς δὲ ἐν δευτέρῳ περὶ Μενάνδρου ‘ἐπὶ γελοίοισ᾽, φησί, ‘δόξαν εἰληφότες <Εὐκλείδης> ὁ Σμικρίνου καὶ Φιλόξενος ἡ Πτερνοκοπίς: ὧν ὁ μὲν Εὐκλείδης ἀποφθεγγόμενος οὐκ ἀνάξια βιβλίου καὶ μνήμης ἐν τοῖς ἄλλοις ἦν ἀηδὴς καὶ ψυχρός, ὁ δὲ Φιλόξενος οὐδὲν ἐπὶ κεφαλαίου περιττὸν λέγων ὅτε λαλήσειεν, εἰ πικρανθείη πρός τινα τῶν συζώντων καὶ διηγήσαιτο, πᾶν ἐπαφροδισίας καὶ χάριτος ἦν μεστόν. καίτοι γε συνέβη τὸν μὲν Εὐκλείδην κατὰ τὸν βίον ...., τὸν δὲ Φιλόξενον ὑπὸ πάντων φιλεῖσθαι καὶ τιμᾶσθαι.'
τῶν συμπαρόντων πῶς κέχρητ᾽ αὐτῷ ποτε
Πτολεμαῖος. ‘οὐκ οἶδ᾽, εἶπεν, οὐδέπω σαφῶς:
πεπότικε μὲν γὰρ ὥσπερ ἰατρός μ᾽, ἔφη,
ἃ δεῖ: φαγεῖν δὲ σιτί᾽ οὐ δέδωκέ πω.'