previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Φιλόξενος δ᾽ Πτερνοκοπὶς ἐμπεσόντος λόγου ὅτι αἱ κίχλαι τίμιαί εἰσι καὶ τοῦ Κορύδου παρόντος, ὃς ἐδόκει πεπορνεῦσθαι, ‘ἀλλ᾽ ἐγώ᾽, ἔφη, ‘μνημονεύω ὅτε κόρυδος ὀβολοῦ ἦν.' ἦν δὲ καὶ Φιλόξενος τῶν παρασίτων, ὡς Ἀξιόνικος εἴρηκεν ἐν τῷ Χαλκιδικῷ: πρόκειται δὲ τὸ μαρτύριον p. 239 f'.' μνημονεύει δ᾽ αὐτοῦ καὶ Μένανδρος ἐν Κεκρυφάλῳ αὐτὸ μόνον Πτερνοκοπίδα αὐτὸν καλῶν. μνημονεύει δ᾽ αὐτοῦ καὶ Μάχων κωμῳδιοποιὸς Κορίνθιος μὲν Σικυώνιος γενόμενος, ἐν Ἀλεξανδρείᾳ δὲ τῇ ἐμῇ καταβιοὺς καὶ διδάσκαλος γενόμενος τῶν κατὰ κωμῳδίαν μερῶν Ἀριστοφάνους τοῦ γραμματικοῦ: ὃς καὶ ἀπέθανεν ἐν τῇ Ἀλεξανδρείᾳ, καὶ ἐπιγέγραπται αὐτοῦ τῷ μνήματι:
τῷ κωμῳδογράφῳ, κούφη κόνι, τὸν φιλάγωνα
κισσὸν ὑπὲρ τύμβου ζῶντα Μάχωνι φέροις.
οὐ γὰρ ἔχεις κηφῆνα παλίμπλυτον, ἀλλ᾽ ἄρα τέχνης
ἄξιον ἀρχαίης λείψανον ἀμφίεσαι.
τοῦτο δ᾽ πρέσβυς ἐρεῖ: ‘Κέκροπος πόλι, καὶ παρὰ Νείλῳ
ἔστιν ὅτ᾽ ἐν Μούσαις δριμὺ πέφυκε φυτόν.'
ἐν τούτοις δηλοῖ σαφῶς ὅτι Ἀλεξανδρεὺς ἦν γένος. δ᾽ οὖν Μάχων τοῦ Κορύδου μνημονεύει ἐν τούτοις:
τὸν Κόρυδον ἠρώτησεν Εὐκράτη ποτὲ
τῶν συμπαρόντων πῶς κέχρητ᾽ αὐτῷ ποτε
Πτολεμαῖος. ‘οὐκ οἶδ᾽, εἶπεν, οὐδέπω σαφῶς:
πεπότικε μὲν γὰρ ὥσπερ ἰατρός μ᾽, ἔφη,
δεῖ: φαγεῖν δὲ σιτί᾽ οὐ δέδωκέ πω.'
Λυγκεὺς δὲ ἐν δευτέρῳ περὶ Μενάνδρουἐπὶ γελοίοισ᾽, φησί, ‘δόξαν εἰληφότες <Εὐκλείδης> Σμικρίνου καὶ Φιλόξενος Πτερνοκοπίς: ὧν μὲν Εὐκλείδης ἀποφθεγγόμενος οὐκ ἀνάξια βιβλίου καὶ μνήμης ἐν τοῖς ἄλλοις ἦν ἀηδὴς καὶ ψυχρός, δὲ Φιλόξενος οὐδὲν ἐπὶ κεφαλαίου περιττὸν λέγων ὅτε λαλήσειεν, εἰ πικρανθείη πρός τινα τῶν συζώντων καὶ διηγήσαιτο, πᾶν ἐπαφροδισίας καὶ χάριτος ἦν μεστόν. καίτοι γε συνέβη τὸν μὲν Εὐκλείδην κατὰ τὸν βίον ...., τὸν δὲ Φιλόξενον ὑπὸ πάντων φιλεῖσθαι καὶ τιμᾶσθαι.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: