πολὺς δὲ Φρὺξ τρίγωνος ἀντίσπαστά τεκαὶ ἐν Θαμύρᾳ ῾fr. 219'.' Ἀριστοφάνης δ᾽ ἐν Δαιταλεῦσι ῾I 454 K' 'καὶ Θεόπομπος ἐν Πηνελόπῃ ῾ib. 746',' Εὔπολις δ᾽ ἐν Βάπταις φησίν ῾ib. 276':'
Λυδῆς ἐφυμνεῖ πηκτίδος συγχορδίᾳ,
ὃς καλῶς μὲν τυμπανίζειτοῦ δὲ καλουμένου πανδούρου Εὐφορίων μέν, ὡς προείρηται ῾p. 182 e',' καὶ Πρωταγορίδης ἐν β# περὶ τῶν ἐπὶ Δάφνῃ πανηγύρεων. Πυθαγόρας δὲ ὁ γεγραφὼς περὶ τῆς Ἐρυθρᾶς θαλάσσης τοὺς Τρωγλοδύτας φησὶ κατασκευάζειν τὴν πανδούραν ἐκ τῆς ἐν τῇ θαλάσσῃ φυομένης δάφνης. Τυρρηνῶν δ᾽ ἐστὶν εὕρημα κέρατά τε καὶ σάλπιγγες. Μητρόδωρος δ᾽ ὁ Χῖος ἐν Τρωικοῖς ῾FHG III 205' 'σύριγγα μέν φησιν εὑρεῖν Μαρσύαν καὶ αὐλὸν ἐν Κελαιναῖς, τῶν πρότερον ἑνὶ καλάμῳ συριζόντων. Εὐφορίων δ᾽ ὁ ἐποποιὸς ἐν τῷ περὶ μελοποιῶν ῾fr. 33 M' 'τὴν μὲν μονοκάλαμον σύριγγα Ἑρμῆν εὑρεῖν, τινὰς δ᾽ ἱστορεῖν Σεύθην καὶ Ῥωνάκην τοὺς Μαιδούς, τὴν δὲ πολυκάλαμον Σιληνόν, Μαρσύαν δὲ τὴν κηρόδετον.
καὶ διαψάλλει τριγώνοις.