previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀλέξανδρος δὲ πολίτης μου ῾οὗτος δ᾽ οὐ πρὸ πολλοῦ τετελεύτηκἐ δημοσίᾳ ἐπιδειξάμενος ἐν τῷ τριγώνῳ ἐπικαλουμένῳ ὀργάνῳ οὕτως ἐποίησε πάντας Ῥωμαίους μουσομανεῖν ὡς τοὺς πολλοὺς καὶ ἀπομνημονεύειν αὐτοῦ τὰ κρούσματα. μνημονεύει δὲ τοῦ τριγώνου τούτου καὶ Σοφοκλῆς ἐν μὲν Μυσοῖς οὕτως fr. 375 N':'
πολὺς δὲ Φρὺξ τρίγωνος ἀντίσπαστά τε
Λυδῆς ἐφυμνεῖ πηκτίδος συγχορδίᾳ,
καὶ ἐν Θαμύρᾳ fr. 219'.' Ἀριστοφάνης δ᾽ ἐν Δαιταλεῦσι I 454 K' 'καὶ Θεόπομπος ἐν Πηνελόπῃ ib. 746',' Εὔπολις δ᾽ ἐν Βάπταις φησίν ib. 276':'
ὃς καλῶς μὲν τυμπανίζει
καὶ διαψάλλει τριγώνοις.
τοῦ δὲ καλουμένου πανδούρου Εὐφορίων μέν, ὡς προείρηται p. 182 e',' καὶ Πρωταγορίδης ἐν β# περὶ τῶν ἐπὶ Δάφνῃ πανηγύρεων. Πυθαγόρας δὲ γεγραφὼς περὶ τῆς Ἐρυθρᾶς θαλάσσης τοὺς Τρωγλοδύτας φησὶ κατασκευάζειν τὴν πανδούραν ἐκ τῆς ἐν τῇ θαλάσσῃ φυομένης δάφνης. Τυρρηνῶν δ᾽ ἐστὶν εὕρημα κέρατά τε καὶ σάλπιγγες. Μητρόδωρος δ᾽ Χῖος ἐν Τρωικοῖς FHG III 205' 'σύριγγα μέν φησιν εὑρεῖν Μαρσύαν καὶ αὐλὸν ἐν Κελαιναῖς, τῶν πρότερον ἑνὶ καλάμῳ συριζόντων. Εὐφορίων δ᾽ ἐποποιὸς ἐν τῷ περὶ μελοποιῶν fr. 33 M' 'τὴν μὲν μονοκάλαμον σύριγγα Ἑρμῆν εὑρεῖν, τινὰς δ᾽ ἱστορεῖν Σεύθην καὶ Ῥωνάκην τοὺς Μαιδούς, τὴν δὲ πολυκάλαμον Σιληνόν, Μαρσύαν δὲ τὴν κηρόδετον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: