ἄμφακες [μὲν] πρῶτον στόμα κέκριται αντα καὶταῦτα τὰ ἔπη ἐμοὶ μὲν δοκεῖ τινος μαγείρου εἶναι μᾶλλον ἢ τοῦ μουσικωτάτου Ἡσιόδου. πόθεν γὰρ εἰδέναι δύναται Πάριον ἢ Βυζάντιον, ἔτι δὲ Τάραντα καὶ Βρεττίους καὶ Καμπανοὺς πολλοῖς ἔτεσι τούτων πρεσβύτερος ὤν; δοκεῖ οὖν μοι αὐτοῦ τοῦ Εὐθυδήμου εἶναι τὰ ποιήματα.' καὶ ὁ Διονυσοκλῆς ἔφη: ‘ὅτου μέν ἐστι τὰ ποιήματα, ὦ ἀγαθὲ Λεωνίδη, ὑμῶν ἐστι κρίνειν τῶν δοκιμωτάτων γραμματικῶν: ἀλλ᾽ ἐπεὶ περὶ ΤΑΡΙΧΩΝ ἐστὶν ὁ λόγος, περὶ ὧν οἶδα καὶ παροιμίαν μνήμης ἠξιωμένην ὑπὸ τοῦ Σολέως Κλεάρχου:
θιοην,
γναθμὸν <ὃν> ηὐδάξαντο δυσείμονες ἰχθυβολῆες,
οἷς ὁ ταριχόπλεως ἅδε Βόσπορος, οἵ θ᾽ ὑπόγαστρα
τμήγοντες τετράγωνα ταρίχια τεκταίνονται.
ναὶ μὴν οὐκ ἀκλεὲς θνητοῖς γένος ὀξυρρύγχου,
ὃν καὶ ὅλον καὶ τμητὸν ἅλες τρηχεῖς ἐκόμισσαν.
θύννων δ᾽ ὡραίων Βυζάντιον ἔπλετο μήτηρ
καὶ σκόμβρων βυθίων τε καὶ εὐχόρτου λικιβάττεω
καὶ Πάριον κολιῶν κυδρὴ τροφὸς ἔσκε πολίχνη.
Ἰόνιον δ᾽ ἀνὰ κῦμα φέρων Γαδειρόθεν ἄξει
Βρέττιος ἢ Καμπανὸς ἢ ἐκ ζαθέοιο Τάραντος
ὀρκύνοιο τρίγωνα, τά τ᾽ <ἐν> στάμνοισι τεθέντα
ἀμφαλλὰξ δείπνοισιν ἐνὶ πρώτοισιν ὀπηδεῖ.
σαπρὸς τάριχος τὴν ὀρίγανον φιλεῖ,ἔρχομαι κἀγὼ λέξων τι περὶ αὐτῶν, τὰ τῆς τέχνης.