previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μετὰ τὰς τοσαύτας διαλέξεις ἔδοξεν ἤδη ποτὲ καὶ δειπνεῖν, καὶ περιενεχθέντος τοῦ καλουμένου ὡραίου Λεωνίδης ἔφη: ‘Εὐθύδημος Ἀθηναῖος, ἄνδρες φίλοι, ἐν τῷ περὶ ταρίχων Ἡσίοδόν φησι περὶ πάντων τῶν ταριχευομένων τάδ᾽ εἰρηκέναι:
ἄμφακες [μὲν] πρῶτον στόμα κέκριται αντα καὶ
θιοην,
γναθμὸν <ὃν> ηὐδάξαντο δυσείμονες ἰχθυβολῆες,
οἷς ταριχόπλεως ἅδε Βόσπορος, οἵ θ᾽ ὑπόγαστρα
τμήγοντες τετράγωνα ταρίχια τεκταίνονται.
ναὶ μὴν οὐκ ἀκλεὲς θνητοῖς γένος ὀξυρρύγχου,
ὃν καὶ ὅλον καὶ τμητὸν ἅλες τρηχεῖς ἐκόμισσαν.
θύννων δ᾽ ὡραίων Βυζάντιον ἔπλετο μήτηρ
καὶ σκόμβρων βυθίων τε καὶ εὐχόρτου λικιβάττεω
καὶ Πάριον κολιῶν κυδρὴ τροφὸς ἔσκε πολίχνη.
Ἰόνιον δ᾽ ἀνὰ κῦμα φέρων Γαδειρόθεν ἄξει
Βρέττιος Καμπανὸς ἐκ ζαθέοιο Τάραντος
ὀρκύνοιο τρίγωνα, τά τ᾽ <ἐν> στάμνοισι τεθέντα
ἀμφαλλὰξ δείπνοισιν ἐνὶ πρώτοισιν ὀπηδεῖ.
ταῦτα τὰ ἔπη ἐμοὶ μὲν δοκεῖ τινος μαγείρου εἶναι μᾶλλον τοῦ μουσικωτάτου Ἡσιόδου. πόθεν γὰρ εἰδέναι δύναται Πάριον Βυζάντιον, ἔτι δὲ Τάραντα καὶ Βρεττίους καὶ Καμπανοὺς πολλοῖς ἔτεσι τούτων πρεσβύτερος ὤν; δοκεῖ οὖν μοι αὐτοῦ τοῦ Εὐθυδήμου εἶναι τὰ ποιήματα.' καὶ Διονυσοκλῆς ἔφη: ‘ὅτου μέν ἐστι τὰ ποιήματα, ἀγαθὲ Λεωνίδη, ὑμῶν ἐστι κρίνειν τῶν δοκιμωτάτων γραμματικῶν: ἀλλ᾽ ἐπεὶ περὶ ΤΑΡΙΧΩΝ ἐστὶν λόγος, περὶ ὧν οἶδα καὶ παροιμίαν μνήμης ἠξιωμένην ὑπὸ τοῦ Σολέως Κλεάρχου:
σαπρὸς τάριχος τὴν ὀρίγανον φιλεῖ,
ἔρχομαι κἀγὼ λέξων τι περὶ αὐτῶν, τὰ τῆς τέχνης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: