Ἐπικούρου δέ μεἐν δύ᾽ ἔτεσιν καὶ μησὶν οὐχ ὅλοις δέκα τάλαντ᾽ ἐγώ σοι κατεπύκνωσα τέτταρα. Β. τοῦτο δὲ τί ἐστιν, εἰπέ μοι. Α. καθήγισα. μάγειρος ἦν κἀκεῖνος, οὐκ ᾔδει θεοί, ποῖος μάγειρος. ἡ φύσις πάσης τέχνης ἀρχέγονόν ἐστ᾽, ἀρχέγονον, ὦλιτήριε. οὐκ ἔστιν οὐθὲν τοῦ πονεῖν σοφώτερον, πᾶν τ᾽ εὐχερὲς τὸ πρᾶγμα τοῦ λόγου τριβὴν ἔχοντι τούτου: πολλὰ γὰρ συμβάλλεται. διόπερ μάγειρον ὅταν ἴδῃς ἀγράμματον μὴ Δημόκριτόν τε πάντα διανεγνωκότα, μᾶλλον δὲ κατέχοντα [καταγέλα ὡς κενοῦ] καὶ τὸν Ἐπικούρου κανόνα, μινθώσας ἄφες. ὡς ἐκ διατριβῆς τοῦτο δεῖ γὰρ εἰδέναι, τίν᾽ ἔχει διαφορὰν πρῶτον, ὦ βέλτιστε σύ, γλαυκίσκος ἐν χειμῶνι καὶ θέρει: πάλιν ποῖος περὶ δύσιν Πλειάδος συνειδέναι ἰχθὺς ὑπὸ τροπάς τ᾽ ἐστὶ χρησιμώτατος. αἱ μεταβολαὶ γὰρ αἵ τε κινήσεις, κακὸν ἠλίβατον ἀνθρώποισιν, ἀλλοιώματα ἐν ταῖς τροφαῖς ποιοῦσι, μανθάνεις; τὸ δὲ ληφθὲν καθ᾽ ὥραν ἀποδίδωσι τὴν χάριν. τίς παρακολουθεῖ ταῦτα; τοιγαροῦν στρόφοι καὶ πνευμάτια γινόμενα τὸν κεκλημένον ἀσχημονεῖν ποιοῦσι. παρὰ δ᾽ ἐμοὶ τρέφει τὸ προσφερόμενον βρῶμα καὶ λεπτύνεται ὀρθῶς τε διαπνεῖ. τοιγαροῦν εἰς τοὺς πόρους ὁ χυμὸς ὁμαλῶς πανταχοῦ συνίσταται. χυμός, λέγει Δημόκριτος, οὐδὲν πρᾶγμα: τὰ γινόμενα ποιεῖ τὸν φαγόντ᾽ ἀρθριτικόν. Β. καὶ τῆς ἰατρικῆς τι μετέχειν μοι δοκεῖς. Α. καὶ πᾶς ὁ φύσεως ἐντός. ἡ δ᾽ ἀπειρία τῶν νῦν μαγείρων κατανόει πρὸς τῶν θεῶν οἵα 'στίν. ἅλμην ὅταν ἴδῃς ἐξ ἰχθύων ὑπεναντίων αὑτοῖσι ποιοῦντας μίαν καὶ σήσαμ᾽ ὑποτρίβοντας εἰς ταύτην, λαβὼν ἕκαστον αὐτῶν κατὰ μέρος προσπαρδέτω. Β. ὥς μοι κεχάρισαι. Α. τί γὰρ ἂν εὖ γένοιτ᾽ ἔτι τῆς ἰδιότητος πρὸς ἑτέραν μεμιγμένης καὶ συμπλεκομένης οὐχὶ συμφώνους ἁφάς; τὸ ταῦτα διορᾶν ἐστιν ἐμψύχου τέχνης, οὐ τὸ διανίζειν λοπάδας οὐδ᾽ ὄζειν καπνοῦ. ἐγὼ γὰρ εἰς τοὐπτάνιον οὐκ εἰσέρχομαι, ἀλλά τι θεωρῶ πλησίον καθήμενος, ποιοῦσι δ᾽ ἑτέροισιν λέγω τὰς αἰτίας καὶ τἀποβαῖνον ‘ὀξὺ τὸ περίκομμ᾽ ἄφες.' Β. ἁρμονικός, οὐ μάγειρος. Α. ‘ἐπίτεινον τὸ πῦρ. ὁμαλιζέτω τις τὸ τάχος: ἡ πρώτη λοπὰς ζεῖ ταῖς ἐφεξῆς οὐχὶ συμφώνως.' νοεῖς
ὁρᾷς μαθητὴν ὄντα τοῦ σοφοῦ, παρ᾽ ᾧ
τὸν τύπον; Β. Ἄπολλον. Α. καί τι φαίνεται τέχνη;
εἶτ᾽ οὐθὲν εἰκῇ παρατίθημι, μανθάνεις,
βρῶμ᾽, ἀλλὰ μίξας πάντα κατὰ συμφωνίαν.
Β. πῶς; Α. ἔστιν αὑτοῖς ἃ διὰ τεττάρων ἔχει
κοινωνίαν, διὰ πέντε, διὰ πασῶν πάλιν:
ταῦτα προσάγω πρὸς αὐτὰ τὰ διαστήματα
καὶ ταῖς ἐπιφοραῖς εὐθὺς οἰκείως πλέκω.
ἐνίοτε δ᾽ ἐφεστὼς παρακελεύομαι ‘πόθεν
ἅπτει; τί τούτῳ μιγνύειν μέλλεις; ὅρα:
διάφωνον ἕλκεις: οὐχ ὑπερβήσῃ;᾽ σοφὸν
Ἐπίκουρος οὕτω κατεπύκνου τὴν ἡδονήν:
ἐμασᾶτ᾽ ἐπιμελῶς. οἶδε τἀγαθὸν μόνος
ἐκεῖνος οἷόν ἐστιν: οἱ δ᾽ ἐν τῇ στοᾷ
ζητοῦσι συνεχῶς, οἷόν ἐστ᾽ οὐκ εἰδότες.
οὐκοῦν ὅ γ᾽ οὐκ ἔχουσιν, ἀγνοοῦσι δέ,
οὐδ᾽ ἂν ἑτέρῳ δοίησαν. Β. οὕτω συνδοκεῖ:
ἀφῶμεν οὖν τὰ λοιπά: δῆλα δὴ πάλαι.