previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

θαυμάζειν δ᾽ ἐστὶν ἄξιον τοῦ τὰς καλὰς ὑποθήκας παραδιδόντος ἡμῖν Ἀρχεστράτου, ὡς Ἐπικούρῳ τῷ σοφῷ τῆς ἡδονῆς καθηγεμὼν γενόμενος κατὰ τὸν Ἀσκραῖον ποιητὴν γνωμικῶς καὶ ἡμῖν συμβουλεύει τισὶ μὲν μὴ πείθεσθαι, αὑτῷ δὲ προσέχειν τὸν νοῦν, καὶ ἐσθίειν παρακελεύεται τὰ καὶ τά, οὐδὲν ἀποδέων τοῦ παρὰ Δαμοξένῳ τῷ κωμῳδιοποιῷ μαγείρου, ὃς ἐν Συντρόφοις φησιν IV 530 M':'
Ἐπικούρου δέ με
ὁρᾷς μαθητὴν ὄντα τοῦ σοφοῦ, παρ᾽
ἐν δύ᾽ ἔτεσιν καὶ μησὶν οὐχ ὅλοις δέκα τάλαντ᾽ ἐγώ σοι κατεπύκνωσα τέτταρα. Β. τοῦτο δὲ τί ἐστιν, εἰπέ μοι. Α. καθήγισα. μάγειρος ἦν κἀκεῖνος, οὐκ ᾔδει θεοί, ποῖος μάγειρος. φύσις πάσης τέχνης ἀρχέγονόν ἐστ᾽, ἀρχέγονον, ὦλιτήριε. οὐκ ἔστιν οὐθὲν τοῦ πονεῖν σοφώτερον, πᾶν τ᾽ εὐχερὲς τὸ πρᾶγμα τοῦ λόγου τριβὴν ἔχοντι τούτου: πολλὰ γὰρ συμβάλλεται. διόπερ μάγειρον ὅταν ἴδῃς ἀγράμματον μὴ Δημόκριτόν τε πάντα διανεγνωκότα, μᾶλλον δὲ κατέχοντα [καταγέλα ὡς κενοῦ] καὶ τὸν Ἐπικούρου κανόνα, μινθώσας ἄφες. ὡς ἐκ διατριβῆς τοῦτο δεῖ γὰρ εἰδέναι, τίν᾽ ἔχει διαφορὰν πρῶτον, βέλτιστε σύ, γλαυκίσκος ἐν χειμῶνι καὶ θέρει: πάλιν ποῖος περὶ δύσιν Πλειάδος συνειδέναι ἰχθὺς ὑπὸ τροπάς τ᾽ ἐστὶ χρησιμώτατος. αἱ μεταβολαὶ γὰρ αἵ τε κινήσεις, κακὸν ἠλίβατον ἀνθρώποισιν, ἀλλοιώματα ἐν ταῖς τροφαῖς ποιοῦσι, μανθάνεις; τὸ δὲ ληφθὲν καθ᾽ ὥραν ἀποδίδωσι τὴν χάριν. τίς παρακολουθεῖ ταῦτα; τοιγαροῦν στρόφοι καὶ πνευμάτια γινόμενα τὸν κεκλημένον ἀσχημονεῖν ποιοῦσι. παρὰ δ᾽ ἐμοὶ τρέφει τὸ προσφερόμενον βρῶμα καὶ λεπτύνεται ὀρθῶς τε διαπνεῖ. τοιγαροῦν εἰς τοὺς πόρους χυμὸς ὁμαλῶς πανταχοῦ συνίσταται. χυμός, λέγει Δημόκριτος, οὐδὲν πρᾶγμα: τὰ γινόμενα ποιεῖ τὸν φαγόντ᾽ ἀρθριτικόν. Β. καὶ τῆς ἰατρικῆς τι μετέχειν μοι δοκεῖς. Α. καὶ πᾶς φύσεως ἐντός. δ᾽ ἀπειρία τῶν νῦν μαγείρων κατανόει πρὸς τῶν θεῶν οἵα 'στίν. ἅλμην ὅταν ἴδῃς ἐξ ἰχθύων ὑπεναντίων αὑτοῖσι ποιοῦντας μίαν καὶ σήσαμ᾽ ὑποτρίβοντας εἰς ταύτην, λαβὼν ἕκαστον αὐτῶν κατὰ μέρος προσπαρδέτω. Β. ὥς μοι κεχάρισαι. Α. τί γὰρ ἂν εὖ γένοιτ᾽ ἔτι τῆς ἰδιότητος πρὸς ἑτέραν μεμιγμένης καὶ συμπλεκομένης οὐχὶ συμφώνους ἁφάς; τὸ ταῦτα διορᾶν ἐστιν ἐμψύχου τέχνης, οὐ τὸ διανίζειν λοπάδας οὐδ᾽ ὄζειν καπνοῦ. ἐγὼ γὰρ εἰς τοὐπτάνιον οὐκ εἰσέρχομαι, ἀλλά τι θεωρῶ πλησίον καθήμενος, ποιοῦσι δ᾽ ἑτέροισιν λέγω τὰς αἰτίας καὶ τἀποβαῖνονὀξὺ τὸ περίκομμ᾽ ἄφες.' Β. ἁρμονικός, οὐ μάγειρος. Α.ἐπίτεινον τὸ πῦρ. ὁμαλιζέτω τις τὸ τάχος: πρώτη λοπὰς ζεῖ ταῖς ἐφεξῆς οὐχὶ συμφώνως.' νοεῖς
τὸν τύπον; Β. Ἄπολλον. Α. καί τι φαίνεται τέχνη;
εἶτ᾽ οὐθὲν εἰκῇ παρατίθημι, μανθάνεις,
βρῶμ᾽, ἀλλὰ μίξας πάντα κατὰ συμφωνίαν.
Β. πῶς; Α. ἔστιν αὑτοῖς διὰ τεττάρων ἔχει
κοινωνίαν, διὰ πέντε, διὰ πασῶν πάλιν:
ταῦτα προσάγω πρὸς αὐτὰ τὰ διαστήματα
καὶ ταῖς ἐπιφοραῖς εὐθὺς οἰκείως πλέκω.
ἐνίοτε δ᾽ ἐφεστὼς παρακελεύομαιπόθεν
ἅπτει; τί τούτῳ μιγνύειν μέλλεις; ὅρα:
διάφωνον ἕλκεις: οὐχ ὑπερβήσῃ; σοφὸν
Ἐπίκουρος οὕτω κατεπύκνου τὴν ἡδονήν:
ἐμασᾶτ᾽ ἐπιμελῶς. οἶδε τἀγαθὸν μόνος
ἐκεῖνος οἷόν ἐστιν: οἱ δ᾽ ἐν τῇ στοᾷ
ζητοῦσι συνεχῶς, οἷόν ἐστ᾽ οὐκ εἰδότες.
οὐκοῦν γ᾽ οὐκ ἔχουσιν, ἀγνοοῦσι δέ,
οὐδ᾽ ἂν ἑτέρῳ δοίησαν. Β. οὕτω συνδοκεῖ:
ἀφῶμεν οὖν τὰ λοιπά: δῆλα δὴ πάλαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: