Click on a word to bring up parses, dictionary entries, and frequency statistics
μετὰ ταῦτα περιηνέχθησαν πίνακες ἔχοντες
ΤΩΝ ΕΞ ΥΔΑΤΟΣ ΚΡΕΩΝ πολλά,
πόδας καὶ κεφαλὰς
καὶ ὠτία καὶ σιαγόνας,
ἔτι δὲ καὶ χορδὰς καὶ κοιλίας
καὶ γλώσσας,
ὥσπερ ἔθος ἐστὶν ἐν τοῖς κατὰ τὴν
Ἀλεξάνδρειαν λεγομένοις ἑφθοπωλίοις. ‘
εἴρηται γάρ,
Οὐλπιανέ,
καὶ τὸ ἑφθοπώλιον παρὰ Ποσειδίππῳ
ἐν Παιδίῳ ῾IV 519 M'.'
καὶ πάλιν ζητούντων τοὺς
ὀνομάσαντάς τι τούτων ὃ μέν τις ἔλεγε: ‘
τῶν ἐδωδίμων κοιλιῶν μνημονεύει Ἀριστοφάνης ἐν Ἱππεῦσι
῾300':' ‘
φήσω σε ἀδεκατεύτους κοιλίας πωλεῖν.'
καὶ
ἑξῆς ῾160':'
τί μ᾽, ὦγάθ᾽, οὐ πλύνειν ἐᾷς τὰς κοιλίας
πωλεῖν τε τοὺς ἀλλᾶντας, ἀλλὰ καταγελᾷς;
καὶ πάλιν ῾356':'
ἐγὼ δέ <γ᾽> ἤνυστρον βοὸς καὶ κοιλίαν ὑείαν
καταβροχθίσας κἆτ᾽ ἐκπιὼν τὸν ζωμὸν ἀναπόνιπτος
λαρυγγιῶ τοὺς ῥήτορας καὶ Νικίαν ταράξω.
καὶ πάλιν ῾1178':'
ἡ δ᾽ Ὀβριμοπάτρα γ᾽ ἑφθὸν ἐκ ζωμοῦ κρέας
καὶ χόλικος ἠνύστρου τε καὶ γαστρὸς τόμον.
σιαγόνος δὲ Κρατῖνος Πλούτοις ῾I 63 K':'
περὶ σιαγόνος βοείας μαχόμενος.
καὶ Σοφοκλῆς Ἀμύκῳ ῾fr. 109 N':'
σιαγόνας τε δὴ μαλθακὰς τίθησι.
Πλάτων δ᾽ ἐν Τιμαίῳ γράφει ῾p. 75d':' ‘
καὶ τὰς σιαγόνας ἄκρας αὐτοῖς συνέδησεν ὑπὸ τὴν φύσιν τοῦ
προσώπου.'
καὶ Ξενοφῶν ἐν τῷ περὶ ἱππικῆς ῾1, 8':'
‘
σιαγόνα μικρὰν συνεσταλμένην.'
οἱ δὲ διὰ τοῦ 〈
υ〉
στοιχείου ἐκφέροντες κατ᾽ ἀναλογίαν λέγουσιν ἀπὸ
τοῦ ὑός.
χορδῶν τε μέμνηται Ἐπίχαρμος,
ἃς ὀρύας
ὀνομάζει,
ἐπιγράψας τι καὶ τῶν δραμάτων Ὀρύαν
῾p. 248 L'.'
Ἀριστοφάνης ἐν Νεφέλαις ῾455':'
ἔκ μου χορδὴν
τοῖς φροντισταῖς παραθέντων.
Κρατῖνος ἐν Πυτίνῃ ῾I 72 K':'
ὡς λεπτός, ἦ δ᾽ ὅς, ἔσθ᾽ ὁ τῆς χορδῆς τόμος.
καὶ Εὔπολις ἐν Αἰξίν ῾ib. 264'.'
Ἄλεξις δ᾽ ἐν Λευκαδίᾳ ἢ Δραπέταις ῾II 344 K':'
χορδαρίου τόμος ἧκεν καὶ περικομμάτιον.
Ἀντιφάνης ἐν Γάμοις ῾ib. 43':'
ἐκτεμὼν χορδῆς μεσαῖον.