previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μετὰ ταῦτα περιηνέχθησαν πίνακες ἔχοντες ΤΩΝ ΕΞ ΥΔΑΤΟΣ ΚΡΕΩΝ πολλά, πόδας καὶ κεφαλὰς καὶ ὠτία καὶ σιαγόνας, ἔτι δὲ καὶ χορδὰς καὶ κοιλίας καὶ γλώσσας, ὥσπερ ἔθος ἐστὶν ἐν τοῖς κατὰ τὴν Ἀλεξάνδρειαν λεγομένοις ἑφθοπωλίοις. ‘εἴρηται γάρ, Οὐλπιανέ, καὶ τὸ ἑφθοπώλιον παρὰ Ποσειδίππῳ ἐν Παιδίῳ IV 519 M'.' καὶ πάλιν ζητούντων τοὺς ὀνομάσαντάς τι τούτων μέν τις ἔλεγε: ‘τῶν ἐδωδίμων κοιλιῶν μνημονεύει Ἀριστοφάνης ἐν Ἱππεῦσι 300':' ‘φήσω σε ἀδεκατεύτους κοιλίας πωλεῖν.' καὶ ἑξῆς 160':'
τί μ᾽, ὦγάθ᾽, οὐ πλύνειν ἐᾷς τὰς κοιλίας
πωλεῖν τε τοὺς ἀλλᾶντας, ἀλλὰ καταγελᾷς;
καὶ πάλιν 356':'
ἐγὼ δέ <γ᾽> ἤνυστρον βοὸς καὶ κοιλίαν ὑείαν
καταβροχθίσας κἆτ᾽ ἐκπιὼν τὸν ζωμὸν ἀναπόνιπτος
λαρυγγιῶ τοὺς ῥήτορας καὶ Νικίαν ταράξω.
καὶ πάλιν 1178':'
δ᾽ Ὀβριμοπάτρα γ᾽ ἑφθὸν ἐκ ζωμοῦ κρέας
καὶ χόλικος ἠνύστρου τε καὶ γαστρὸς τόμον.
σιαγόνος δὲ Κρατῖνος Πλούτοις I 63 K':'
περὶ σιαγόνος βοείας μαχόμενος.
καὶ Σοφοκλῆς Ἀμύκῳ fr. 109 N':'
σιαγόνας τε δὴ μαλθακὰς τίθησι.
Πλάτων δ᾽ ἐν Τιμαίῳ γράφει p. 75d':' ‘καὶ τὰς σιαγόνας ἄκρας αὐτοῖς συνέδησεν ὑπὸ τὴν φύσιν τοῦ προσώπου.' καὶ Ξενοφῶν ἐν τῷ περὶ ἱππικῆς 1, 8':' ‘σιαγόνα μικρὰν συνεσταλμένην.' οἱ δὲ διὰ τοῦυστοιχείου ἐκφέροντες κατ᾽ ἀναλογίαν λέγουσιν ἀπὸ τοῦ ὑός. χορδῶν τε μέμνηται Ἐπίχαρμος, ἃς ὀρύας ὀνομάζει, ἐπιγράψας τι καὶ τῶν δραμάτων Ὀρύαν p. 248 L'.' Ἀριστοφάνης ἐν Νεφέλαις 455':'
ἔκ μου χορδὴν
τοῖς φροντισταῖς παραθέντων.
Κρατῖνος ἐν Πυτίνῃ I 72 K':'
ὡς λεπτός, δ᾽ ὅς, ἔσθ᾽ τῆς χορδῆς τόμος.
καὶ Εὔπολις ἐν Αἰξίν ib. 264'.' Ἄλεξις δ᾽ ἐν Λευκαδίᾳ Δραπέταις II 344 K':'
χορδαρίου τόμος ἧκεν καὶ περικομμάτιον.
Ἀντιφάνης ἐν Γάμοις ib. 43':'
ἐκτεμὼν χορδῆς μεσαῖον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: