οἶνόν τοι, Μενέλαε, θεοὶ ποίησαν ἄριστονὁ τῶν Κυπρίων τοῦτό φησι ποιητής ῾fr. 10 Ki',' ὅστις ἂν εἴη. Δίφιλος δ᾽ ὁ κωμικός φησιν ῾II 569 K':'
θνητοῖς ἀνθρώποισιν ἀποσκεδάσαι μελεδῶνας.
ὦ πᾶσι τοῖς φρονοῦσι προσφιλέστατεὁ δὲ Κυθήριος Φιλόξενος λέγει ῾fr. 16 B4':' ‘εὐρείτας οἶνος πάμφωνος.' Χαιρήμων δὲ ὁ τραγῳδὸς ῾p. 611 N' 'παρασκευάζειν φησὶ τὸν οἶνον τοῖς χρωμένοις
Διόνυσε καὶ σοφώταθ᾽, ὡς ἡδύς τις εἶ:
ὃς τὸν ταπεινὸν μέγα φρονεῖν ποιεῖς μόνος,
τὸν τὰς ὀφρῦς αἴροντα συμπείθεις γελᾶν
τόν τ᾽ ἀσθενῆ τολμᾶν τι, τὸν δειλὸν θρασύν ...
γέλωτα, σοφίαν, ἀμαθίαν, εὐβουλίαν.Ἴων δ᾽ ὁ Χῖός φησιν (II 255 B4':'
ἄδαμνονἡ δὲ Πυθία εἴρηκέ τισι Διόνυσον ὑγιάτην καλεῖν.
παῖδα ταυρωπόν, νέον οὐ νέον, ἥδιστον πρόπολον
βαρυγδούπων ἐρώτων, οἶνον ἀερσίνοον,
— — ἀνθρώπων πρύτανιν. —
<ὁ> Μνησίθεος δ᾽ ἔφη τὸν οἶνον τοὺς θεοὺς
θνητοῖς καταδεῖξαι τοῖς μὲν ὀρθῶς χρωμένοις
ἀγαθὸν μέγιστον, τοῖς δ᾽ ἀτάκτως τοὔμπαλιν,
῾τ̔ροφήν τε γὰρ δίδωσι τοῖσι χρωμένοις
ἰσχύν τε ταῖς ψυχαῖσι καὶ τοῖς σώμασιν̓
εἰς τὴν ἰατρικήν τε χρησιμώτατον:
καὶ τοῖς ποτοῖς γὰρ φαρμάκοις κεράννυται
καὶ τοῖσιν ἑλκωθεῖσιν ὠφελίαν ἔχει.
ἐν ταῖς συνουσίαις τε ταῖς καθ᾽ ἡμέραν
τοῖς μὲν μέτριον πίνουσι καὶ κεκραμένον
εὐθυμίαν: ἐὰν δ᾽ ὑπερβάλῃς, ὕβριν:
ἐὰν δ᾽ ἴσον ἴσῳ προσφέρῃ, μανίαν ποιεῖ:
ἐὰν δ᾽ ἄκρατον, παράλυσιν τῶν σωμάτων.
διὸ καὶ καλεῖσθαι τὸν Διόνυσον πανταχοῦ
ἰατρόν.