previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οἶνόν τοι, Μενέλαε, θεοὶ ποίησαν ἄριστον
θνητοῖς ἀνθρώποισιν ἀποσκεδάσαι μελεδῶνας.
τῶν Κυπρίων τοῦτό φησι ποιητής fr. 10 Ki',' ὅστις ἂν εἴη. Δίφιλος δ᾽ κωμικός φησιν II 569 K':'
πᾶσι τοῖς φρονοῦσι προσφιλέστατε
Διόνυσε καὶ σοφώταθ᾽, ὡς ἡδύς τις εἶ:
ὃς τὸν ταπεινὸν μέγα φρονεῖν ποιεῖς μόνος,
τὸν τὰς ὀφρῦς αἴροντα συμπείθεις γελᾶν
τόν τ᾽ ἀσθενῆ τολμᾶν τι, τὸν δειλὸν θρασύν ...
δὲ Κυθήριος Φιλόξενος λέγει fr. 16 B4':' ‘εὐρείτας οἶνος πάμφωνος.' Χαιρήμων δὲ τραγῳδὸς p. 611 N' 'παρασκευάζειν φησὶ τὸν οἶνον τοῖς χρωμένοις
γέλωτα, σοφίαν, ἀμαθίαν, εὐβουλίαν.
Ἴων δ᾽ Χῖός φησινII 255 B4':'
ἄδαμνον
παῖδα ταυρωπόν, νέον οὐ νέον, ἥδιστον πρόπολον
βαρυγδούπων ἐρώτων, οἶνον ἀερσίνοον,
— — ἀνθρώπων πρύτανιν. —
<> Μνησίθεος δ᾽ ἔφη τὸν οἶνον τοὺς θεοὺς
θνητοῖς καταδεῖξαι τοῖς μὲν ὀρθῶς χρωμένοις
ἀγαθὸν μέγιστον, τοῖς δ᾽ ἀτάκτως τοὔμπαλιν,
῾τ̔ροφήν τε γὰρ δίδωσι τοῖσι χρωμένοις
ἰσχύν τε ταῖς ψυχαῖσι καὶ τοῖς σώμασιν̓
εἰς τὴν ἰατρικήν τε χρησιμώτατον:
καὶ τοῖς ποτοῖς γὰρ φαρμάκοις κεράννυται
καὶ τοῖσιν ἑλκωθεῖσιν ὠφελίαν ἔχει.
ἐν ταῖς συνουσίαις τε ταῖς καθ᾽ ἡμέραν
τοῖς μὲν μέτριον πίνουσι καὶ κεκραμένον
εὐθυμίαν: ἐὰν δ᾽ ὑπερβάλῃς, ὕβριν:
ἐὰν δ᾽ ἴσον ἴσῳ προσφέρῃ, μανίαν ποιεῖ:
ἐὰν δ᾽ ἄκρατον, παράλυσιν τῶν σωμάτων.
διὸ καὶ καλεῖσθαι τὸν Διόνυσον πανταχοῦ
ἰατρόν.
δὲ Πυθία εἴρηκέ τισι Διόνυσον ὑγιάτην καλεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: