ἡ Μανία, φέρ᾽ ὀξύβαφα καὶ κανθάρουςΚρατῖνος ἐν Νεμέσει ῾ib. 50':' ‘τὸ δὲ κοττάβῳ προθέντας ἐν πατρικοῖσι νόμοις τὸ κεινεου ὀξυβάφοις βάλλειν μὲν τῶ πόντω δὲ βάλλοντι νέμω πλεῖστα τύχης τὸ δ᾽ ἆθλον. Ἀριστοφάνης Δαιταλεῦσιν ῾ib. 444' '‘ἔγνωκ᾽, ἐγὼ δὲ χαλκίον ῾τοῦτ᾽ ἐστὶν κοττάβειον̓ ἱστάναι καὶ μυρρίνας.' Ἕρμιππος Μοίραις ῾ib. 237':'
καὶ τὸν ποδανιπτῆρ᾽, ἐγχέασα θὔδατος.
χλανίδες δ᾽ οὖλαι καταβέβληνται,Ἀχαιὸς δ᾽ ἐν Λίνῳ περὶ τῶν Σατύρων λέγων φησίν ῾fr. 26 N':'
θώρακα δ᾽ ἅπας ἐμπερονᾶται,
κνημὶς δὲ περὶ σφυρὸν ἀρθροῦται,
βλαύτης δ᾽ οὐδεὶς ἔτ᾽ ἔρως λευκῆς,
ῥάβδον δ᾽ ὄψει τὴν κοτταβικὴν
ἐν τοῖς ἀχύροισι κυλινδομένην,
μάνης δ᾽ οὐδὲν λατάγων ἀίει:
τὴν δὲ τάλαιναν πλάστιγγ᾽ <ἂν> ἴδοις
παρὰ τὸν στροφέα τῆς κηπαίας
ἐν τοῖσι κορήμασιν οὖσαν.
ῥιπτοῦντες, ἐκβάλλοντες, ἀγνύντες, τί μουτοῦτο δὲ λέγοντες παρ᾽ ὅσον τῶν ἐρωμένων ἐμέμνηντο, ἀφιέντες ἐπ᾽ αὐτοῖς τοὺς λεγομένους κοσσάβους. διὸ καὶ Σοφοκλῆς ἐν Ἰνάχῳ Ἀφροδισίαν εἴρηκε τὴν λάταγα ῾fr. 255 N':'
λέγοντες: ‘ὦ κάλλιστον Ἡρακλεῖ λάταξ᾽
ξανθὴ δ᾽ Ἀφροδισία λάταξκαὶ Εὐριπίδης ἐν Πλεισθένει ῾fr. 631':'
πᾶσιν ἐπεκτύπει δόμοις.
πολὺς δὲ κοσσάβων ἀραγμὸς Κύπριδοςκαὶ Καλλίμαχος δέ φησι ῾fr. 102':'
προσῳδὸν ἀχεῖ μέλος ἐν δόμοισιν.
πολλοὶ καὶ φιλέοντες Ἀκόντιον ἧκαν ἔραζε
οἰνοπόται Σικελὰς ἐκ κυλίκων λάταγας.