previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἕτερον δ᾽ ἐστὶν εἶδος παιδιᾶς τῆς ἐν λεκάνῃ. αὕτη δ᾽ ὕδατος πληροῦται ἐπινεῖ τε ἐπ᾽ αὐτῆς ὀξύβαφα κενά, ἐφ᾽ βάλλοντες τὰς λατάγας ἐκ καρχησίων ἐπειρῶντο καταδύειν: ἀνῃρεῖτο δὲ τὰ κοττάβια πλείω καταδύσας. Ἀμειψίας Ἀκοκοτταβίζουσιν I 670 K':'
Μανία, φέρ᾽ ὀξύβαφα καὶ κανθάρους
καὶ τὸν ποδανιπτῆρ᾽, ἐγχέασα θὔδατος.
Κρατῖνος ἐν Νεμέσει ib. 50':' ‘τὸ δὲ κοττάβῳ προθέντας ἐν πατρικοῖσι νόμοις τὸ κεινεου ὀξυβάφοις βάλλειν μὲν τῶ πόντω δὲ βάλλοντι νέμω πλεῖστα τύχης τὸ δ᾽ ἆθλον. Ἀριστοφάνης Δαιταλεῦσιν ib. 444' '‘ἔγνωκ᾽, ἐγὼ δὲ χαλκίον ῾τοῦτ᾽ ἐστὶν κοττάβειον̓ ἱστάναι καὶ μυρρίνας.' Ἕρμιππος Μοίραις ib. 237':'
χλανίδες δ᾽ οὖλαι καταβέβληνται,
θώρακα δ᾽ ἅπας ἐμπερονᾶται,
κνημὶς δὲ περὶ σφυρὸν ἀρθροῦται,
βλαύτης δ᾽ οὐδεὶς ἔτ᾽ ἔρως λευκῆς,
ῥάβδον δ᾽ ὄψει τὴν κοτταβικὴν
ἐν τοῖς ἀχύροισι κυλινδομένην,
μάνης δ᾽ οὐδὲν λατάγων ἀίει:
τὴν δὲ τάλαιναν πλάστιγγ᾽ <ἂν> ἴδοις
παρὰ τὸν στροφέα τῆς κηπαίας
ἐν τοῖσι κορήμασιν οὖσαν.
Ἀχαιὸς δ᾽ ἐν Λίνῳ περὶ τῶν Σατύρων λέγων φησίν fr. 26 N':'
ῥιπτοῦντες, ἐκβάλλοντες, ἀγνύντες, τί μου
λέγοντες: ‘ κάλλιστον Ἡρακλεῖ λάταξ᾽
τοῦτο δὲ λέγοντες παρ᾽ ὅσον τῶν ἐρωμένων ἐμέμνηντο, ἀφιέντες ἐπ᾽ αὐτοῖς τοὺς λεγομένους κοσσάβους. διὸ καὶ Σοφοκλῆς ἐν Ἰνάχῳ Ἀφροδισίαν εἴρηκε τὴν λάταγα fr. 255 N':'
ξανθὴ δ᾽ Ἀφροδισία λάταξ
πᾶσιν ἐπεκτύπει δόμοις.
καὶ Εὐριπίδης ἐν Πλεισθένει fr. 631':'
πολὺς δὲ κοσσάβων ἀραγμὸς Κύπριδος
προσῳδὸν ἀχεῖ μέλος ἐν δόμοισιν.
καὶ Καλλίμαχος δέ φησι fr. 102':'
πολλοὶ καὶ φιλέοντες Ἀκόντιον ἧκαν ἔραζε
οἰνοπόται Σικελὰς ἐκ κυλίκων λάταγας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: