εἵματα μὲν χροὶ ἕστο τά οἱ Χάριτές τε καὶ Ὧραιοὗτος ὁ ποιητὴς καὶ τὴν τῶν στεφάνων χρῆσιν εἰδὼς φαίνεται δι᾽ ὧν λέγει ῾fr. 4':'
ποίησαν καὶ ἔβαψαν ἐν ἄνθεσιν εἰαρινοῖσιν,
οἷα φοροῦσ᾽ ὧραι, ἔν τε κρόκῳ ἔν θ᾽ ὑακίνθῳ
ἔν τε ἴῳ θαλέθοντι ῥόδου τ᾽ ἐνὶ ἄνθει καλῷ,
ἡδέι νεκταρέῳ, ἔν τ᾽ ἀμβροσίαις καλύκεσσιν
ἄνθεσι ναρκίσσου καλλιρρόου δ᾽ οια Ἀφροδίτη
ὥραις παντοίαις τεθυωμένα εἵματα ἕστο.
ἣ δὲ σὺν ἀμφιπόλοισι φιλομειδὴς Ἀφροδίτη ....
πλεξάμεναι στεφάνους εὐώδεας ἄνθεα γαίης
ἂν κεφαλαῖσιν ἔθεντο θεαὶ λιπαροκρήδεμνοι,
Νύμφαι καὶ Χάριτες, ἅμα δὲ χρυσῆ Ἀφροδίτη,
καλὸν ἀείδουσαι κατ᾽ ὄρος πολυπιδάκου Ἴδης.