previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀνθῶν δὲ στεφανωτικῶν μέμνηται μὲν τὰ Κύπρια Ἔπη πεποιηκὼς Ἡγησίας Στασῖνος: Δημοδάμας γὰρ Ἁλικαρνασσεὺς Μιλήσιος ἐν τῷ περὶ Ἁλικαρνασσοῦ FHG II 444' 'Κυπρία Ἁλικαρνασσέως [δ᾽] αὐτὰ εἶναί φησι ποιήματα: λέγει δ᾽ οὖν ὅστις ἐστὶν ποιήσας αὐτὰ ἐν τῷ α# οὑτωσί fr. 3 Ki':'
εἵματα μὲν χροὶ ἕστο τά οἱ Χάριτές τε καὶ Ὧραι
ποίησαν καὶ ἔβαψαν ἐν ἄνθεσιν εἰαρινοῖσιν,
οἷα φοροῦσ᾽ ὧραι, ἔν τε κρόκῳ ἔν θ᾽ ὑακίνθῳ
ἔν τε ἴῳ θαλέθοντι ῥόδου τ᾽ ἐνὶ ἄνθει καλῷ,
ἡδέι νεκταρέῳ, ἔν τ᾽ ἀμβροσίαις καλύκεσσιν
ἄνθεσι ναρκίσσου καλλιρρόου δ᾽ οια Ἀφροδίτη
ὥραις παντοίαις τεθυωμένα εἵματα ἕστο.
οὗτος ποιητὴς καὶ τὴν τῶν στεφάνων χρῆσιν εἰδὼς φαίνεται δι᾽ ὧν λέγει fr. 4':'
δὲ σὺν ἀμφιπόλοισι φιλομειδὴς Ἀφροδίτη ....
πλεξάμεναι στεφάνους εὐώδεας ἄνθεα γαίης
ἂν κεφαλαῖσιν ἔθεντο θεαὶ λιπαροκρήδεμνοι,
Νύμφαι καὶ Χάριτες, ἅμα δὲ χρυσῆ Ἀφροδίτη,
καλὸν ἀείδουσαι κατ᾽ ὄρος πολυπιδάκου Ἴδης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: