τῶν ταὧν μὲν ὡς ἅπαξ τις ζεῦγος ἤγαγεν μόνον,Ἄλεξις δ᾽ ἐν Λαμπάδι ῾II 340':'
σπάνιον ὂν τὸ χρῆμα, πλείους εἰσὶ νῦν τῶν ὀρτύγων.
χρηστὸν ἄνθρωπον δ᾽ ἐάν τις ἕνα μόνον ζητῶν ἴδῃ,
ὄψετ᾽ ἐκ τούτου πονηροὺς πέντε παῖδας γεγονότας.
καταφαγεῖνὅτι δὲ καὶ τιθασοὺς εἶχον αὐτοὺς ἐν ταῖς οἰκίαις Στράττις παρίστησιν ἐν Παυσανίᾳ διὰ τούτων ῾I 718 K':'
αὐτὸς τοσοῦτ᾽ ἀργύριον; οὐδ᾽ εἰ γάλα λαγοῦ
εἶχον, μὰ τὴν Γῆν, καὶ ταὧς κατήσθιον.
πολλῶν φλυάρων καὶ ταὧν ἀντάξια,Ἀναξανδρίδης ἐν Μελιλώτῳ ῾II 145 K':'
οὓς βόσκεθ᾽ ὑμεῖς ἕνεκα τῶν ὠκυπτέρων.
οὐ μανικόν ἐστ᾽ ἐν οἰκίᾳ τρέφειν ταὧς,Ἀναξίλας Ὀρνιθοκόμοις ῾ib. 272':'
ἐξὸν τοσουτουὶ δύ᾽ ἀγάλματ᾽ ἀγοράσαι.
καὶ πρὸς ἐπὶ τούτοις τιθασὸς οἰμώζων ταὧς.Μηνόδοτος δ᾽ ὁ Σάμιος ἐν τῷ περὶ τῶν κατὰ τὸ ἱερὸν τῆς Σαμίας Ἥρας φησίν ῾FHG III 105':' ‘οἱ ταοὶ ἱεροί εἰσι τῆς Ἥρας. καὶ μήποτε πρώτιστοι καὶ ἐγένοντο καὶ ἐτράφησαν ἐν Σάμῳ καὶ ἐντεῦθεν εἰς τοὺς ἔξω τόπους διεδόθησαν, ὡς καὶ οἱ ἀλεκτρυόνες ἐν τῇ Περσίδι καὶ αἱ καλούμεναι μελεαγρίδες ἐν τῇ Αἰτωλίᾳ.' διὸ καὶ Ἀντιφάνης ἐν τοῖς Ὁμοπατρίοις φησίν ῾II 83 K':'
ἐν Ἡλίου μέν φασι γίνεσθαι πόλειδιόπερ καὶ ἐπὶ τοῦ νομίσματος τῶν Σαμίων ταὧς ἐστιν.
φοίνικας, ἐν Ἀθήναις δὲ γλαῦκας. ἡ Κύπρος
ἔχει πελείας διαφόρους, ἡ δ᾽ ἐν Σάμῳ
Ἥρα τὸ χρυσοῦν, φασίν, ὀρνίθων γένος,
τοὺς καλλιμόρφους καὶ περιβλέπτους ταὧς.