previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

εἰ δ᾽ προειρημένος βασιλεὺς καὶ τὸ τῶν ΤΑΩΝΩΝ πλῆθος ἑωράκει τῶν κατὰ τὴν Ῥώμην, καταπεφεύγει ἂν ἐπὶ τὴν ἱερὰν σύγκλητον, ὡς ὑπὸ τοῦ ἀδελφοῦ πάλιν τῆς βασιλείας ἐξεληλαμένος. τοσοῦτον γάρ ἐστι τούτων τῶν ὀρνίθων τὸ πλῆθος ἐν τῇ Ῥώμῃ, ὡς δοκεῖν προμεμαντευμένον τὸν κωμῳδιοποιὸν Ἀντιφάνην ἐν Στρατιώτῃ Τύχωνι εἰρηκέναι τάδε II 99 K':'
τῶν ταὧν μὲν ὡς ἅπαξ τις ζεῦγος ἤγαγεν μόνον,
σπάνιον ὂν τὸ χρῆμα, πλείους εἰσὶ νῦν τῶν ὀρτύγων.
χρηστὸν ἄνθρωπον δ᾽ ἐάν τις ἕνα μόνον ζητῶν ἴδῃ,
ὄψετ᾽ ἐκ τούτου πονηροὺς πέντε παῖδας γεγονότας.
Ἄλεξις δ᾽ ἐν Λαμπάδι II 340':'
καταφαγεῖν
αὐτὸς τοσοῦτ᾽ ἀργύριον; οὐδ᾽ εἰ γάλα λαγοῦ
εἶχον, μὰ τὴν Γῆν, καὶ ταὧς κατήσθιον.
ὅτι δὲ καὶ τιθασοὺς εἶχον αὐτοὺς ἐν ταῖς οἰκίαις Στράττις παρίστησιν ἐν Παυσανίᾳ διὰ τούτων I 718 K':'
πολλῶν φλυάρων καὶ ταὧν ἀντάξια,
οὓς βόσκεθ᾽ ὑμεῖς ἕνεκα τῶν ὠκυπτέρων.
Ἀναξανδρίδης ἐν Μελιλώτῳ II 145 K':'
οὐ μανικόν ἐστ᾽ ἐν οἰκίᾳ τρέφειν ταὧς,
ἐξὸν τοσουτουὶ δύ᾽ ἀγάλματ᾽ ἀγοράσαι.
Ἀναξίλας Ὀρνιθοκόμοις ib. 272':'
καὶ πρὸς ἐπὶ τούτοις τιθασὸς οἰμώζων ταὧς.
Μηνόδοτος δ᾽ Σάμιος ἐν τῷ περὶ τῶν κατὰ τὸ ἱερὸν τῆς Σαμίας Ἥρας φησίν FHG III 105':' ‘οἱ ταοὶ ἱεροί εἰσι τῆς Ἥρας. καὶ μήποτε πρώτιστοι καὶ ἐγένοντο καὶ ἐτράφησαν ἐν Σάμῳ καὶ ἐντεῦθεν εἰς τοὺς ἔξω τόπους διεδόθησαν, ὡς καὶ οἱ ἀλεκτρυόνες ἐν τῇ Περσίδι καὶ αἱ καλούμεναι μελεαγρίδες ἐν τῇ Αἰτωλίᾳ.' διὸ καὶ Ἀντιφάνης ἐν τοῖς Ὁμοπατρίοις φησίν II 83 K':'
ἐν Ἡλίου μέν φασι γίνεσθαι πόλει
φοίνικας, ἐν Ἀθήναις δὲ γλαῦκας. Κύπρος
ἔχει πελείας διαφόρους, δ᾽ ἐν Σάμῳ
Ἥρα τὸ χρυσοῦν, φασίν, ὀρνίθων γένος,
τοὺς καλλιμόρφους καὶ περιβλέπτους ταὧς.
διόπερ καὶ ἐπὶ τοῦ νομίσματος τῶν Σαμίων ταὧς ἐστιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: