εἶδές ποτεαἱ δ᾽ ἁμαμηλίδες οὔκ εἰσιν ἄπιοι, ὥς τινες οἴονται, ἀλλ᾽ ἕτερόν τι καὶ ἥδιον καὶ ἀπύρηνον. Ἀριστομένης ἐν Διονύσῳ φησίν ῾I 692 K' '
πίνουσιν ἀνθρώποις ἀπίους παρακειμένας
ἐν ὕδατι; Β. πολλοῖς πολλάκις δήπου. τί οὖν;
Α. οὐκοῦν ἕκαστος ἐκλεγόμενος λαμβάνει
τῶν ἐπινεουσῶν τὴν πεπαιτάτην ἀεί;
Β. δηλονότι.
ὁ Χῖος οὐκ οἶσθ᾽ ὡς ἁμαμηλίδας ποιεῖ;ὅτι δ᾽ ἐστὶν ἕτερον τῆς ἀπίου καὶ ἥδιον <καὶ ἀπύρηνον> Αἰσχυλίδης παρίστησιν ἐν τρίτῳ Γεωργικῶν. περὶ Κέω γοῦν τῆς νήσου λέγων γράφει οὕτως: ‘ἀπίους ἡ νῆσος φέρει κρατίστας κατὰ τὰς ἐν Ἰωνίᾳ καλουμένας ἁμαμηλίδας: εἰσὶ γὰρ ἀπύρηνοί τε καὶ ἡδεῖαι καὶ γλυκεῖαι.' Ἀέθλιος δ᾽ ἐν ε# Ὥρων Σαμίων ῾cf. p. 653f',' εἰ γνήσια τὰ συγγράμματα, ὁμομηλίδας αὐτὰς καλεῖ. Πάμφιλος δ᾽ ἐν τοῖς περὶ Γλωσσῶν καὶ Ὀνομάτων ‘ἐπιμηλίς, φησίν, ἀπίου γένος.' Ἀνδροτίων δ᾽ ἐν τῷ περὶ Γεωργικῶν φωκίδας φησὶν εἶδος ἀπίων εἶναι.