previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἑξῆς οὖν λέξω περὶ τῶν παρακειμένων ΑΠΙΩΝ: ἐπεὶ ἀπ᾽ αὐτῶν καὶ Πελοπόννησος Ἀπία ἐκλήθη διὰ τὸ ἐπιδαψιλεύειν ἐν αὐτῇ τὸ φυτόν, φησὶν Ἴστρος ἐν τοῖς Ἀργολικοῖς FHG I 424'.' ὅτι δὲ τὰς ἀπίους ἐν ὕδατι εἰσέφερον εἰς τὰ συμπόσια Ἄλεξις ἐν Βρεττίᾳ παρίστησι διὰ τούτων II 309 K':'
εἶδές ποτε
πίνουσιν ἀνθρώποις ἀπίους παρακειμένας
ἐν ὕδατι; Β. πολλοῖς πολλάκις δήπου. τί οὖν;
Α. οὐκοῦν ἕκαστος ἐκλεγόμενος λαμβάνει
τῶν ἐπινεουσῶν τὴν πεπαιτάτην ἀεί;
Β. δηλονότι.
αἱ δ᾽ ἁμαμηλίδες οὔκ εἰσιν ἄπιοι, ὥς τινες οἴονται, ἀλλ᾽ ἕτερόν τι καὶ ἥδιον καὶ ἀπύρηνον. Ἀριστομένης ἐν Διονύσῳ φησίν I 692 K' '
Χῖος οὐκ οἶσθ᾽ ὡς ἁμαμηλίδας ποιεῖ;
ὅτι δ᾽ ἐστὶν ἕτερον τῆς ἀπίου καὶ ἥδιον <καὶ ἀπύρηνον> Αἰσχυλίδης παρίστησιν ἐν τρίτῳ Γεωργικῶν. περὶ Κέω γοῦν τῆς νήσου λέγων γράφει οὕτως: ‘ἀπίους νῆσος φέρει κρατίστας κατὰ τὰς ἐν Ἰωνίᾳ καλουμένας ἁμαμηλίδας: εἰσὶ γὰρ ἀπύρηνοί τε καὶ ἡδεῖαι καὶ γλυκεῖαι.' Ἀέθλιος δ᾽ ἐν ε# Ὥρων Σαμίων cf. p. 653f',' εἰ γνήσια τὰ συγγράμματα, ὁμομηλίδας αὐτὰς καλεῖ. Πάμφιλος δ᾽ ἐν τοῖς περὶ Γλωσσῶν καὶ Ὀνομάτωνἐπιμηλίς, φησίν, ἀπίου γένος.' Ἀνδροτίων δ᾽ ἐν τῷ περὶ Γεωργικῶν φωκίδας φησὶν εἶδος ἀπίων εἶναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: