φιττάκι᾽ ἀκρεμόνεσσιν ἀμυγδαλέοισιν ὅμοια.γράφεται δὲ καί ‘βιστάκια ...... ἀμυγδαλόεντα πέφανται.' καὶ Ποσειδώνιος δὲ ὁ ἀπὸ τῆς στοᾶς ἐν τῇ τρίτῃ τῶν Ἱστοριῶν γράφει οὕτως ῾FHG III 253':' ‘φέρει δὲ καὶ τὸ πέρσειον ἡ Ἀραβία καὶ ἡ Συρία καὶ τὸ καλούμενον βιστάκιον: ὃ δὴ βοτρυώδη τὸν καρπὸν ἀφίησι λευκόφαιον ὄντα καὶ μακρόν, παρεμφερῆ τοῖς δακρύοις, ἃ δὴ ῥαγῶν τρόπον ἀλλήλοις ἐπιβάλλει, τὰ δ᾽ ἔνδον ἔγχλωρον καὶ τοῦ κωνίου τῶν στροβίλων ἧττον μὲν εὔχυμον, εὐώδη δὲ μᾶλλον.' οἱ δὲ τὰ Γεωργικὰ συγγράψαντες ἀδελφοὶ ἐν τῷ γ# γράφουσιν οὕτως: ‘καὶ τὴν μελίαν καὶ τὴν τέρμινθον, ἃ δὴ νῦν πιστάκια οἱ Σύροι καλοῦσιν.' καὶ οὗτοι μὲν διὰ τοῦ 〈π〉 πιστάκια ταῦτα ὠνόμασαν, ὁ δὲ Νίκανδρος δασέως φιττάκια, Ποσειδώνιος δὲ βιστάκια.'
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπὶ τούτῳ ἐλεγχθεὶς ὁ Σύρος καὶ δηχθεὶς
σφόδρα ‘ἀλλὰ μήν, ἔφη, παράκειται ἡμῖν ἐπὶ τῆς τραπέζης καὶ ψιττάκια: ἅπερ ἢν εἴπῃς παρὰ τίνι κεῖται,
‘δώσω σοι᾽ οὐ ‘χρυσέους δέκα στατῆρασ᾽ κατὰ τὸν
Ποντικὸν λεσχηνευτήν, ἀλλὰ τουτὶ τὸ ἔκπωμα.' σιωπήσαντος δὲ τοῦ Δημοκρίτου ‘ἀλλ᾽ ἐπεὶ ἀπορεῖς, ἔφη,
ἐγώ σε διδάξω. Νίκανδρος μὲν ὁ Κολοφώνιος ἐν
τοῖς Θηριακοῖς μνημονεύων αὐτῶν φησιν ῾891':'
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.