previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπὶ τούτῳ ἐλεγχθεὶς Σύρος καὶ δηχθεὶς σφόδραἀλλὰ μήν, ἔφη, παράκειται ἡμῖν ἐπὶ τῆς τραπέζης καὶ ψιττάκια: ἅπερ ἢν εἴπῃς παρὰ τίνι κεῖται, ‘δώσω σοι᾽ οὐχρυσέους δέκα στατῆρασ᾽ κατὰ τὸν Ποντικὸν λεσχηνευτήν, ἀλλὰ τουτὶ τὸ ἔκπωμα.' σιωπήσαντος δὲ τοῦ Δημοκρίτουἀλλ᾽ ἐπεὶ ἀπορεῖς, ἔφη, ἐγώ σε διδάξω. Νίκανδρος μὲν Κολοφώνιος ἐν τοῖς Θηριακοῖς μνημονεύων αὐτῶν φησιν 891':'
φιττάκι᾽ ἀκρεμόνεσσιν ἀμυγδαλέοισιν ὅμοια.
γράφεται δὲ καίβιστάκια ...... ἀμυγδαλόεντα πέφανται.' καὶ Ποσειδώνιος δὲ ἀπὸ τῆς στοᾶς ἐν τῇ τρίτῃ τῶν Ἱστοριῶν γράφει οὕτως FHG III 253':' ‘φέρει δὲ καὶ τὸ πέρσειον Ἀραβία καὶ Συρία καὶ τὸ καλούμενον βιστάκιον: δὴ βοτρυώδη τὸν καρπὸν ἀφίησι λευκόφαιον ὄντα καὶ μακρόν, παρεμφερῆ τοῖς δακρύοις, δὴ ῥαγῶν τρόπον ἀλλήλοις ἐπιβάλλει, τὰ δ᾽ ἔνδον ἔγχλωρον καὶ τοῦ κωνίου τῶν στροβίλων ἧττον μὲν εὔχυμον, εὐώδη δὲ μᾶλλον.' οἱ δὲ τὰ Γεωργικὰ συγγράψαντες ἀδελφοὶ ἐν τῷ γ# γράφουσιν οὕτως: ‘καὶ τὴν μελίαν καὶ τὴν τέρμινθον, δὴ νῦν πιστάκια οἱ Σύροι καλοῦσιν.' καὶ οὗτοι μὲν διὰ τοῦππιστάκια ταῦτα ὠνόμασαν, δὲ Νίκανδρος δασέως φιττάκια, Ποσειδώνιος δὲ βιστάκια.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: