καὶ πιεῖν ὕδωρ διπλάσιον χλιαρόν, ἡμίνας δύο.τὰ δὲ ψευδεπιχάρμεια ταῦτα ὅτι πεποιήκασιν ἄνδρες ἔνδοξοι Χρυσόγονός τε ὁ αὐλητής, ὥς φησιν Ἀριστόξενος ἐν ὀγδόῳ Πολιτικῶν Νόμων ῾FHG II 289',' τὴν Πολιτείαν ἐπιγραφομένην: Φιλόχορος δ᾽ ἐν τοῖς περὶ Μαντικῆς ῾ib. I 416' 'Ἀξιόπιστον τὸν εἴτε Λοκρὸν γένος ἢ Σικυώνιον τὸν Κανόνα καὶ τὰς Γνώμας πεποιηκέναι φησίν. ὁμοίως δὲ ἱστορεῖ καὶ Ἀπολλόδωρος. τοῦ δὲ ἀμύλου μνημονεύει Τηλεκλείδης ἐν Στερροῖς οὑτωσὶ λέγων ῾I 217 K':'
φιλῶ πλακοῦντα θερμόν, ἀχράδας οὐ φιλῶ,
χαίρω λαγῴοις ἐπ᾽ ἀμύλῳ καθημένοις.'