previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

λεχθέντων καὶ τούτων σοφὸς Οὐλπιανὸς ἔφη: ‘πόθεν ὑμῖν, πολυμαθέστατοι γραμματικοί, καὶ ἐκ ποίας βιβλιοθήκης ἀνεφάνησαν οἱ σεμνότατοι οὗτοι συγγραφεῖς Χρύσιππος καὶ Ἁρποκρατίων, διαβάλλοντες καλῶν ὀνόματα φιλοσόφων τῇ ὁμωνυμίᾳ; τίς δὲ καὶ ἡμίναν Ἑλλήνων ὠνόμασεν τίς ἀμύλου μνημονεύει; ἀπαντήσαντος δ᾽ αὐτῷ τοῦ Λαρηνσίου καὶ εἰπόντος: ‘τὴν μὲν ἡμίναν οἱ τὰ εἰς Ἐπίχαρμον ἀναφερόμενα ποιήματα πεποιηκότες οἴδασι, κἀν τῷ Χείρωνι ἐπιγραφομένῳ οὕτως λέγεται p. 296 L':'
καὶ πιεῖν ὕδωρ διπλάσιον χλιαρόν, ἡμίνας δύο.
τὰ δὲ ψευδεπιχάρμεια ταῦτα ὅτι πεποιήκασιν ἄνδρες ἔνδοξοι Χρυσόγονός τε αὐλητής, ὥς φησιν Ἀριστόξενος ἐν ὀγδόῳ Πολιτικῶν Νόμων FHG II 289',' τὴν Πολιτείαν ἐπιγραφομένην: Φιλόχορος δ᾽ ἐν τοῖς περὶ Μαντικῆς ib. I 416' 'Ἀξιόπιστον τὸν εἴτε Λοκρὸν γένος Σικυώνιον τὸν Κανόνα καὶ τὰς Γνώμας πεποιηκέναι φησίν. ὁμοίως δὲ ἱστορεῖ καὶ Ἀπολλόδωρος. τοῦ δὲ ἀμύλου μνημονεύει Τηλεκλείδης ἐν Στερροῖς οὑτωσὶ λέγων I 217 K':'
φιλῶ πλακοῦντα θερμόν, ἀχράδας οὐ φιλῶ,
χαίρω λαγῴοις ἐπ᾽ ἀμύλῳ καθημένοις.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: