ὅσοι τε πόντον τερμόνων τ᾽ Ἀτλαντικῶννεανίσκῳ γὰρ τὴν πᾶσαν ἀρετὴν ἔχοντι τοῦτο μόνον τὸ ἁμάρτημα προσόν, ὅτι οὐκ ἐτίμα τὴν Ἀφροδίτην, αἴτιον ἐγένετο τοῦ ὀλέθρου: καὶ οὔτε ἡ Ἄρτεμις ἡ περισσῶς ἀγαπήσασα οὔτε τῶν ἄλλων θεῶν τις ἢ δαιμόνων ἐβοήθησεν αὐτῷ. κατὰ τὸν αὐτὸν οὖν ποιητήν ῾Augae fr. 269 N':'
ναίουσιν εἴσω φῶς ὁρῶντες ἡλίου,
τοὺς μὲν σέβοντας τἀμὰ πρεσβεύω κράτη,
σφάλλω δ᾽ ὅσοι φρονοῦσιν εἰς ἡμᾶς μέγα.
ὅστις <δ᾽> Ἔρωτα μὴ μόνον κρίνει θεόν,ὃν ὁ σοφὸς ὑμνῶν αἰεί ποτε Ἀνακρέων πᾶσίν ἐστιν διὰ στόματος. λέγει οὖν περὶ αὐτοῦ καὶ ὁ κράτιστος Κριτίας τάδε ῾fr. 7 B4':'
ἢ σκαιός ἐστιν ἢ καλῶν ἄπειρος ὢν
οὐκ οἶδε τὸν μέγιστον ἀνθρώποις θεόν.
τὸν δὲ γυναικείων μελέων πλέξαντα πότ᾽ ᾠδὰς
ἡδὺν Ἀνακρείοντα Τέως εἰς Ἑλλάδ᾽ ἀνῆγεν,
συμποσίων ἐρέθισμα, γυναικῶν ἠπερόπευμα,
αὐλῶν ἀντίπαλον, φιλοβάρβιτον, ἡδύν, ἄλυπον.
οὔ ποτέ σου φιλότης γηράσεται οὐδὲ θανεῖται,
ἔς τ᾽ ἂν ὕδωρ οἴνῳ συμμιγνύμενον κυλίκεσσι
παῖς διαπομπεύῃ, προπόσεις ἐπιδέξια νωμῶν,
παννυχίδας θ᾽ ἱερὰς θήλεις χοροὶ ἀμφιέπωσιν,
πλάστιγξ θ᾽ ἡ χαλκοῦ θυγάτηρ ἐπ᾽ ἄκραισι καθίζῃ
κοττάβου ὑψηλαῖς κορυφαῖς Βρομίου ψακάδεσσιν.