previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐν Ἱππολύτῳ Εὐριπιδείῳ πάλιν Ἀφροδίτη φησίν 3':'
ὅσοι τε πόντον τερμόνων τ᾽ Ἀτλαντικῶν
ναίουσιν εἴσω φῶς ὁρῶντες ἡλίου,
τοὺς μὲν σέβοντας τἀμὰ πρεσβεύω κράτη,
σφάλλω δ᾽ ὅσοι φρονοῦσιν εἰς ἡμᾶς μέγα.
νεανίσκῳ γὰρ τὴν πᾶσαν ἀρετὴν ἔχοντι τοῦτο μόνον τὸ ἁμάρτημα προσόν, ὅτι οὐκ ἐτίμα τὴν Ἀφροδίτην, αἴτιον ἐγένετο τοῦ ὀλέθρου: καὶ οὔτε Ἄρτεμις περισσῶς ἀγαπήσασα οὔτε τῶν ἄλλων θεῶν τις δαιμόνων ἐβοήθησεν αὐτῷ. κατὰ τὸν αὐτὸν οὖν ποιητήν Augae fr. 269 N':'
ὅστις <δ᾽> Ἔρωτα μὴ μόνον κρίνει θεόν,
σκαιός ἐστιν καλῶν ἄπειρος ὢν
οὐκ οἶδε τὸν μέγιστον ἀνθρώποις θεόν.
ὃν σοφὸς ὑμνῶν αἰεί ποτε Ἀνακρέων πᾶσίν ἐστιν διὰ στόματος. λέγει οὖν περὶ αὐτοῦ καὶ κράτιστος Κριτίας τάδε fr. 7 B4':'
τὸν δὲ γυναικείων μελέων πλέξαντα πότ᾽ ᾠδὰς
ἡδὺν Ἀνακρείοντα Τέως εἰς Ἑλλάδ᾽ ἀνῆγεν,
συμποσίων ἐρέθισμα, γυναικῶν ἠπερόπευμα,
αὐλῶν ἀντίπαλον, φιλοβάρβιτον, ἡδύν, ἄλυπον.
οὔ ποτέ σου φιλότης γηράσεται οὐδὲ θανεῖται,
ἔς τ᾽ ἂν ὕδωρ οἴνῳ συμμιγνύμενον κυλίκεσσι
παῖς διαπομπεύῃ, προπόσεις ἐπιδέξια νωμῶν,
παννυχίδας θ᾽ ἱερὰς θήλεις χοροὶ ἀμφιέπωσιν,
πλάστιγξ θ᾽ χαλκοῦ θυγάτηρ ἐπ᾽ ἄκραισι καθίζῃ
κοττάβου ὑψηλαῖς κορυφαῖς Βρομίου ψακάδεσσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: