τῆς Μανίας ἤρα Λεοντίσκος ποτὲμοιχευομένην αἰσθόμενος αὐτὴν ὕστερον σφόδρ᾽ ἠγανάκτησ᾽. ἣ δὲ ‘μηθέν, φησί, σοί, ψυχή, μελέτω: μαθεῖν γὰρ αἰσθέσθαι θ᾽ ἅμα Ὀλυμπιονικῶν νυκτὸς ἀθλητῶν δυεῖν πληγὴν <παρὰ πληγὴν> τί δύναταί ποτ᾽ ἤθελον.' αἰτουμένην λέγουσι τὴν πυγήν ποτε ὑπὸ τοῦ βασιλέως Μανίαν Δημητρίου ἀνταξιῶσαι δωρεὰν καὐτόν τινα. δόντος δ᾽ ἐπιστρέψασα μετὰ μικρὸν λέγει ‘Ἀγαμέμνονος παῖ, νῦν ἐκεῖν᾽ ἔξεστί σοι ῾Soph. El. 2'.' εἶναι δοκῶν αὐτόμολος ἄνθρωπος ξένος καὶ παρεπιδημήσας Ἀθήνησίν ποτε τὴν Μανίαν μετεπέμψαθ᾽, ὅσον ᾔτησε δούς. εἰς τὸν <πότον> δ᾽ ἦν συμπαρειληφώς τινας ἐκ τῆς πόλεως τῶν ἐπιγελᾶν εἰθισμένων ἅπαντα τοῖς τρέφουσιν αἰεὶ πρὸς χάριν: βουλόμενος εἶναι γλαφυρὸς ἀστεῖός θ᾽ ἅμα, τῆς Μανίας ἄριστα παιζούσης σφόδρα ἀνισταμένης τε πολλάκις, εἰς δασύποδα αὐτὴν ἐπικροῦσαι βουλόμενος ‘πρὸς τῶν θεῶν, μειράκια, τί δοκεῖ τῶν ἀγρίων ὑμῖν ποτε ἐν τοῖς ὄρεσι τάχιστα θηρίον τρέχειν; ἡ Μανία δ᾽ ‘αὐτόμολος, ὦ βέλτιστ᾽,' ἔφη. μετὰ ταῦτα δ᾽ ὡς εἰσῆλθε πάλιν ἡ Μανία, τὸν αὐτόμολον ἔσκωπτε ῥίψασπίν τ᾽ ἔφη αὐτὸν γεγονέναι προσβολῆς οὔσης ποτέ. ὁ δὲ στρατιώτης ὑπό τι <δὴ> σκυθρωπάσας
ὁ παγκρατιαστὴς καὶ συνεῖχ᾽ αὐτὴν μόνος
γαμετῆς τρόπον γυναικός. ὑπὸ δ᾽ Ἀντήνορος
ἀπέπεμψε ταύτην: διαλιποῦσα δ᾽ ἡ ἑταίρα
‘μηθὲν παρὰ τοῦτο, φησί, λυποῦ, φίλτατε:
οὐ γὰρ σὺ φεύγων ἀπέβαλες τὴν ἀσπίδα,
μὰ τὴν Ἀφροδίτην, ἀλλ᾽ ὁ σοὶ χρήσας τότε.'
ἐν συμποσίῳ δ᾽, ὥς φασι, παρὰ τῇ Μανίᾳ
παρεδέξατ᾽ αὐτὴν τῶν πονηρῶν τις πάνυ.
κᾆθ᾽ ὡς ἐπηρώτησε ‘πότερ᾽ ἄνω θέλεις
ἐλθοῦσ᾽ ἅμα βαλεῖν ἢ κάτω;᾽ γελάσασ᾽ ‘ἄνω,
βέλτιστε, φησίν. ὑπό τι γὰρ δέδοικά σε,
μή μου προπεσούσης τοὐμπλόκιον ὑπεκτράγῃς.'