previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὅτι δ᾽ ἦν καὶ ἀστεία τις ἀποκρίνασθαι, τάδε περὶ αὐτῆς Μάχων ἀναγράφει:
τῆς Μανίας ἤρα Λεοντίσκος ποτὲ
παγκρατιαστὴς καὶ συνεῖχ᾽ αὐτὴν μόνος
γαμετῆς τρόπον γυναικός. ὑπὸ δ᾽ Ἀντήνορος
μοιχευομένην αἰσθόμενος αὐτὴν ὕστερον σφόδρ᾽ ἠγανάκτησ᾽. δὲμηθέν, φησί, σοί, ψυχή, μελέτω: μαθεῖν γὰρ αἰσθέσθαι θ᾽ ἅμα Ὀλυμπιονικῶν νυκτὸς ἀθλητῶν δυεῖν πληγὴν <παρὰ πληγὴν> τί δύναταί ποτ᾽ ἤθελον.'

αἰτουμένην λέγουσι τὴν πυγήν ποτε ὑπὸ τοῦ βασιλέως Μανίαν Δημητρίου ἀνταξιῶσαι δωρεὰν καὐτόν τινα. δόντος δ᾽ ἐπιστρέψασα μετὰ μικρὸν λέγειἈγαμέμνονος παῖ, νῦν ἐκεῖν᾽ ἔξεστί σοι Soph. El. 2'.'

εἶναι δοκῶν αὐτόμολος ἄνθρωπος ξένος καὶ παρεπιδημήσας Ἀθήνησίν ποτε τὴν Μανίαν μετεπέμψαθ᾽, ὅσον ᾔτησε δούς. εἰς τὸν <πότον> δ᾽ ἦν συμπαρειληφώς τινας ἐκ τῆς πόλεως τῶν ἐπιγελᾶν εἰθισμένων ἅπαντα τοῖς τρέφουσιν αἰεὶ πρὸς χάριν: βουλόμενος εἶναι γλαφυρὸς ἀστεῖός θ᾽ ἅμα, τῆς Μανίας ἄριστα παιζούσης σφόδρα ἀνισταμένης τε πολλάκις, εἰς δασύποδα αὐτὴν ἐπικροῦσαι βουλόμενοςπρὸς τῶν θεῶν, μειράκια, τί δοκεῖ τῶν ἀγρίων ὑμῖν ποτε ἐν τοῖς ὄρεσι τάχιστα θηρίον τρέχειν; Μανία δ᾽αὐτόμολος, βέλτιστ᾽,' ἔφη. μετὰ ταῦτα δ᾽ ὡς εἰσῆλθε πάλιν Μανία, τὸν αὐτόμολον ἔσκωπτε ῥίψασπίν τ᾽ ἔφη αὐτὸν γεγονέναι προσβολῆς οὔσης ποτέ. δὲ στρατιώτης ὑπό τι <δὴ> σκυθρωπάσας

ἀπέπεμψε ταύτην: διαλιποῦσα δ᾽ ἑταίρα
μηθὲν παρὰ τοῦτο, φησί, λυποῦ, φίλτατε:
οὐ γὰρ σὺ φεύγων ἀπέβαλες τὴν ἀσπίδα,
μὰ τὴν Ἀφροδίτην, ἀλλ᾽ σοὶ χρήσας τότε.'
ἐν συμποσίῳ δ᾽, ὥς φασι, παρὰ τῇ Μανίᾳ
παρεδέξατ᾽ αὐτὴν τῶν πονηρῶν τις πάνυ.
κᾆθ᾽ ὡς ἐπηρώτησεπότερ᾽ ἄνω θέλεις
ἐλθοῦσ᾽ ἅμα βαλεῖν κάτω; γελάσασ᾽ἄνω,
βέλτιστε, φησίν. ὑπό τι γὰρ δέδοικά σε,
μή μου προπεσούσης τοὐμπλόκιον ὑπεκτράγῃς.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: