γυμνὰς ἐφεξῆς ἐπὶ κέρως τεταγμένας,καὶ ἐν Ναννίῳ, <εἰ> Εὐβούλου τὸ δρᾶμα καὶ μὴ Φιλίππου, φησίν ῾ib. 187':'
ἐν λεπτοπήνοις ὕφεσιν ἑστώσας, οἵας
Ἠριδανὸς ἁγνοῖς ὕδασι κηπεύει κόρας:
παρ᾽ ὧν βεβαίως ἀσφαλῶς τ᾽ ἔξεστί σοι
μικροῦ πρίασθαι κέρματος τὴν ἡδονήν.
ὅστις λέχη γὰρ σκότια νυμφεύει λάθρᾳ,ἐπιτιμᾷ δὲ καὶ Ξέναρχος ἐν Πεντάθλῳ τοῖς παραπλησίως σοι βιοῦσιν καὶ ἐσπουδακόσι περὶ τὰς μεγαλομίσθους ἑταίρας καὶ τὰς ἐλευθέρας τῶν γυναικῶν ταυτὶ λέγων ῾ib. 468':'
πῶς οὐχὶ πάντων ἐστὶν ἀθλιώτατος;
ἐξὸν θεωρήσαντι πρὸς τὸν ἥλιον
γυμνὰς ἐφεξῆς ἐπὶ κέρως τεταγμένας,
ἐν λεπτοπήνοις ὕφεσιν ἑστώσας, οἵας
Ἠριδανὸς ἁγνοῖς ὕδασι κηπεύει κόρας,
μικροῦ πρίασθαι κέρματος τὴν ἡδονήν,
καὶ μὴ λαθραίαν Κύπριν, αἰσχίστην νόσων
πασῶν, διώκειν, ὕβρεος οὐ πόθου χάριν.
Ἑλλάδος ἔγωγε τῆς ταλαιπώρου στένω ῾Eur.Iph.A.370','
ἣ Κυδίαν ναύαρχον ἐξεπέμψατο.
δεινά, δεινὰ κοὐκ ἀνασχετὰ
ἐν τῇ πόλει πράττουσιν οἱ νεώτεροι.
ὅπου γὰρ οὐσῶν μειράκων μάλ᾽ εὐπρεπῶν
ἐπὶ τοῖσι πορνείοισιν, ἃς ἔξεσθ᾽ ὁρᾶν
εἰληθερούσας, στέρν᾽ ἀπημφιεσμένας,
γυμνὰς ἐφεξῆς τ᾽ ἐπὶ κέρως τεταγμένας:
ὧν ἔστιν ἐκλεξάμενον ᾗ τις ἥδεται,
λεπτῇ, παχείᾳ, στρογγύλῃ, μακρᾷ, ῥικνῇ,
νέᾳ, παλαιᾷ, μεσοκόπῳ, πεπαιτέρᾳ:
μὴ κλίμακα στησάμενον εἰσβῆναι λάθρᾳ
μηδὲ δι᾽ ὀπῆς κάτωθεν εἰσδῦναι στέγης
μηδ᾽ ἐν ἀχύροισιν εἰσενεχθῆναι τέχνῃ.
αὐταὶ βιάζονται γὰρ εἰσέλκουσί τε
τοὺς μὲν γέροντας ὄντας ἐπικαλούμεναι
πατρίδια, τοὺς δ᾽ ἀπφάρια, τοὺς νεωτέρους.
καὶ τῶνδ᾽ ἑκάστην ἔστιν ἀδεῶς, εὐτελῶς,
μεθ᾽ ἡμέραν, πρὸς ἑσπέραν, πάντας τρόπους:
ἃς δ᾽ οὔτ᾽ ἰδεῖν ἔστ᾽, οὔθ᾽ ὁρῶντ᾽ ἰδεῖν σαφῶς,
αἰεὶ δὲ τετρεμαίνοντα καὶ φοβούμενον ...
[δεδιότα, ἐν τῇ χειρὶ τὴν ψυχὴν ἔχοντα]
ἃς πῶς ποτ᾽, ὦ δέσποινα ποντία Κύπρι ῾Eur.Hipp.415','
βινεῖν δύνανται, τῶν Δρακοντείων νόμων
ὁπόταν ἀναμνησθῶσι προσκινούμενοι;