previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

διὸ συμβουλεύω σοι, ‘Θετταλὲ ποικιλόδιφρε,' τὰς ἐπὶ τῶν οἰκημάτων ἀσπάζεσθαι καὶ μὴ καταναλίσκειν εἰς οὐδὲν δέον τὰ τῶν υἱῶν κέρματα. ὄντως γὰρ ἄριστα χωλὸς οἰφεῖς Diogenian. 2, 2',' τοῦ κρηπιδοποιοῦ πατρός σου πολλά σε σωφρονίσαντος καὶ διδάξαντος σκύτη βλέπειν. οὐκ οἶδας κατὰ τὴν Εὐβούλου Παννυχίδα II 193 K' '‘τὰς φιλῳδοὺς κερμάτων παλευτρίας, πώλους Κύπριδος ἐξησκημένασ᾽,
γυμνὰς ἐφεξῆς ἐπὶ κέρως τεταγμένας,
ἐν λεπτοπήνοις ὕφεσιν ἑστώσας, οἵας
Ἠριδανὸς ἁγνοῖς ὕδασι κηπεύει κόρας:
παρ᾽ ὧν βεβαίως ἀσφαλῶς τ᾽ ἔξεστί σοι
μικροῦ πρίασθαι κέρματος τὴν ἡδονήν.
καὶ ἐν Ναννίῳ, <εἰ> Εὐβούλου τὸ δρᾶμα καὶ μὴ Φιλίππου, φησίν ib. 187':'
ὅστις λέχη γὰρ σκότια νυμφεύει λάθρᾳ,
πῶς οὐχὶ πάντων ἐστὶν ἀθλιώτατος;
ἐξὸν θεωρήσαντι πρὸς τὸν ἥλιον
γυμνὰς ἐφεξῆς ἐπὶ κέρως τεταγμένας,
ἐν λεπτοπήνοις ὕφεσιν ἑστώσας, οἵας
Ἠριδανὸς ἁγνοῖς ὕδασι κηπεύει κόρας,
μικροῦ πρίασθαι κέρματος τὴν ἡδονήν,
καὶ μὴ λαθραίαν Κύπριν, αἰσχίστην νόσων
πασῶν, διώκειν, ὕβρεος οὐ πόθου χάριν.
Ἑλλάδος ἔγωγε τῆς ταλαιπώρου στένω Eur.Iph.A.370','
Κυδίαν ναύαρχον ἐξεπέμψατο.
ἐπιτιμᾷ δὲ καὶ Ξέναρχος ἐν Πεντάθλῳ τοῖς παραπλησίως σοι βιοῦσιν καὶ ἐσπουδακόσι περὶ τὰς μεγαλομίσθους ἑταίρας καὶ τὰς ἐλευθέρας τῶν γυναικῶν ταυτὶ λέγων ib. 468':'
δεινά, δεινὰ κοὐκ ἀνασχετὰ
ἐν τῇ πόλει πράττουσιν οἱ νεώτεροι.
ὅπου γὰρ οὐσῶν μειράκων μάλ᾽ εὐπρεπῶν
ἐπὶ τοῖσι πορνείοισιν, ἃς ἔξεσθ᾽ ὁρᾶν
εἰληθερούσας, στέρν᾽ ἀπημφιεσμένας,
γυμνὰς ἐφεξῆς τ᾽ ἐπὶ κέρως τεταγμένας:
ὧν ἔστιν ἐκλεξάμενον τις ἥδεται,
λεπτῇ, παχείᾳ, στρογγύλῃ, μακρᾷ, ῥικνῇ,
νέᾳ, παλαιᾷ, μεσοκόπῳ, πεπαιτέρᾳ:
μὴ κλίμακα στησάμενον εἰσβῆναι λάθρᾳ
μηδὲ δι᾽ ὀπῆς κάτωθεν εἰσδῦναι στέγης
μηδ᾽ ἐν ἀχύροισιν εἰσενεχθῆναι τέχνῃ.
αὐταὶ βιάζονται γὰρ εἰσέλκουσί τε
τοὺς μὲν γέροντας ὄντας ἐπικαλούμεναι
πατρίδια, τοὺς δ᾽ ἀπφάρια, τοὺς νεωτέρους.
καὶ τῶνδ᾽ ἑκάστην ἔστιν ἀδεῶς, εὐτελῶς,
μεθ᾽ ἡμέραν, πρὸς ἑσπέραν, πάντας τρόπους:
ἃς δ᾽ οὔτ᾽ ἰδεῖν ἔστ᾽, οὔθ᾽ ὁρῶντ᾽ ἰδεῖν σαφῶς,
αἰεὶ δὲ τετρεμαίνοντα καὶ φοβούμενον ...
[δεδιότα, ἐν τῇ χειρὶ τὴν ψυχὴν ἔχοντα]
ἃς πῶς ποτ᾽, δέσποινα ποντία Κύπρι Eur.Hipp.415','
βινεῖν δύνανται, τῶν Δρακοντείων νόμων
ὁπόταν ἀναμνησθῶσι προσκινούμενοι;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: