παίδευμα δ᾽ Ἔρως σοφίας ἀρετῆςκαὶ κατὰ τὸν Πίνδαρον δὲ ἄλλος τις ἔφη ῾fr. 127 B4' '
πλεῖστον ὑπάρχειν,
καὶ προσομιλεῖν οὗτος ὁ δαίμων
πάντων ἥδιστος ἔφυ θνητοῖς.
καὶ παρὰ λυπῶν τέρψιν τιν᾽ ἔχων
εἰς ἐλπίδ᾽ ἄγει. τοῖς δ᾽ ἀτελέστοις
τῶν τοῦδε πόνων μήτε συνείην
χωρίς τ᾽ ἀγρίων ναίοιμι τρόπων.
τὸ δ᾽ ἐρᾶν προλέγω τοῖσι νέοισιν
μή ποτε φεύγειν,
χρῆσθαι δ᾽ ὀρθῶς, ὅταν ἔλθῃ.
εἴη καὶ ἐρᾶν καὶ ἔρωτι χαρίζεσθαι κατὰ καιρόν.ἕτερος δέ τις προσέθηκε τῶν Εὐριπίδου τάδε ῾Androm. fr. 136 N':'
σὺ δ᾽ ὦ τύραννε θεῶν τε κἀνθρώπων Ἔρως,
ἢ μὴ δίδασκε τὰ καλὰ φαίνεσθαι καλὰ
ἢ τοῖς ἐρῶσιν ὧν σὺ δημιουργὸς εἶ
μοχθοῦσι μόχθους εὐτυχῶς συνεκπόνει.
καὶ ταῦτα μὲν δρῶν τίμιος θεοῖς ἔσῃ,
μὴ δρῶν δ᾽ ὑπ᾽ αὐτοῦ τοῦ διδάσκεσθαι φιλεῖν
ἀφαιρεθήσῃ χάριτας αἷς τιμῶσί σε.