previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπὶ τούτοις τοῖς λόγοις ἔδοξε τοῖς παροῦσι τῶν φιλοσόφων περὶ τοῦ ἔρωτος καὶ αὐτούς τι εἰπεῖν καὶ περὶ κάλλους. καὶ ἐλέχθησαν λόγοι φιλόσοφοι πάμπολλοι: ἐν οἷς τινες καὶ ἐμνημόνευσαν τοῦ σκηνικοῦ φιλοσόφου Εὐριπίδου ᾀσμάτων, ὧν ἦν καὶ τάδε fr. 897 N' '
παίδευμα δ᾽ Ἔρως σοφίας ἀρετῆς
πλεῖστον ὑπάρχειν,
καὶ προσομιλεῖν οὗτος δαίμων
πάντων ἥδιστος ἔφυ θνητοῖς.
καὶ παρὰ λυπῶν τέρψιν τιν᾽ ἔχων
εἰς ἐλπίδ᾽ ἄγει. τοῖς δ᾽ ἀτελέστοις
τῶν τοῦδε πόνων μήτε συνείην
χωρίς τ᾽ ἀγρίων ναίοιμι τρόπων.
τὸ δ᾽ ἐρᾶν προλέγω τοῖσι νέοισιν
μή ποτε φεύγειν,
χρῆσθαι δ᾽ ὀρθῶς, ὅταν ἔλθῃ.
καὶ κατὰ τὸν Πίνδαρον δὲ ἄλλος τις ἔφη fr. 127 B4' '
εἴη καὶ ἐρᾶν καὶ ἔρωτι χαρίζεσθαι κατὰ καιρόν.
ἕτερος δέ τις προσέθηκε τῶν Εὐριπίδου τάδε Androm. fr. 136 N':'
σὺ δ᾽ τύραννε θεῶν τε κἀνθρώπων Ἔρως,
μὴ δίδασκε τὰ καλὰ φαίνεσθαι καλὰ
τοῖς ἐρῶσιν ὧν σὺ δημιουργὸς εἶ
μοχθοῦσι μόχθους εὐτυχῶς συνεκπόνει.
καὶ ταῦτα μὲν δρῶν τίμιος θεοῖς ἔσῃ,
μὴ δρῶν δ᾽ ὑπ᾽ αὐτοῦ τοῦ διδάσκεσθαι φιλεῖν
ἀφαιρεθήσῃ χάριτας αἷς τιμῶσί σε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: