δύο δὲ πελειάδες ἀμφὶς ἕκαστονπελειάδας οὐ σημαίνει τὰς ὄρνιθας, ἅς τινες ὑπονοοῦσι περιστερὰς εἶναι, ἁμαρτάνοντες. ἕτερον γὰρ εἶναί φησιν Ἀριστοτέλης ῾h. a. V 544 b2' 'πελειάδα καὶ ἕτερον περιστεράν. πελειάδας δ᾽ ὁ ποιητὴς καλεῖ νῦν τὰς Πλειάδας, πρὸς ἃς σπόρος τε καὶ ἀμητὸς καὶ τῶν καρπῶν, ἀρχὴ γενέσεως καὶ συναιρέσεως, καθά φησι καὶ Ἡσίοδος ῾op. 383':'
χρύσειαι νεμέθοντο,
Πληιάδων Ἀτλαιγενέων ἐπιτελλομενάωνκαὶ Ἄρατος ῾264':'
ἄρχεσθ᾽ ἀμητοῖ᾽, ἀρότοιο δὲ δυσομενάων.
αἳ μὲν ὁμῶς ὀλίγαι καὶ ἀφεγγέες, ἀλλ᾽ ὀνομασταὶτὰς οὖν τῆς τῶν καρπῶν γενέσεως καὶ τελειώσεως προσημαντικὰς Πλειάδας οἰκείως ἐνετόρευσε τῷ τοῦ σοφωτάτου Νέστορος ὁ ποιητὴς ποτηρίῳ: καὶ γὰρ τοῦτο τῆς ἑτέρας τροφῆς δεκτικὸν ἀγγεῖον. διὸ καὶ τῷ Διὶ τὴν ἀμβροσίαν τὰς Πελειάδας φέρειν φησί:
ἦρι καὶ ἑσπέριαι, Ζεὺς δ᾽ αἴτιος, εἱλίσσονται:
ὅς σφισι καὶ θέρεος καὶ χείματος ἀρχομένοιο
σημαίνειν ἐπένευσεν ἐπερχομένου τ᾽ ἀρότοιο.
οὐ γὰρ τὰς πελειάδας τὰς ὄρνεις φέρειν νομιστέον τῷ Διὶ τὴν ἀμβροσίαν, ὡς <οἱ> πολλοὶ δοξάζουσιν ῾ἄσεμνον γάῤ, ἀλλὰ τὰς Πλειάδας. οἰκεῖον γὰρ τὰς προσημαινούσας τῷ τῶν ἀνθρώπων γένει τὰς ὥρας, ταύτας καὶ τῷ Διὶ φέρειν τὴν ἀμβροσίαν. διόπερ ἀπὸ τῶν πτηνῶν αὐτὰς χωρίζει λέγων:τῇ μέν τ᾽ οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ Πέλειαι
τρήρωνες, ταί τ᾽ ἀμβροσίην Διὶ πατρὶ φέρουσι.
τῇ μέν τ᾽ οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ Πέλειαι.ὅτι δὲ τὰς Πλειάδας τὸ ἐνδοξότατον τῶν ἀπλανῶν ἄστρων ὑπείληφε, δῆλον ἐκ τοῦ προτάττειν αὐτὰς κατὰ τὴν τῶν ἄλλων συναρίθμησιν:
ἐπλανήθησαν δ᾽ οἱ πολλοὶ νομίζοντες τὰς πελειάδας ὄρνεις εἶναι πρῶτον μὲν ἐκ τοῦ ποιητικοῦ σχηματισμοῦ τοῦ κατὰ τὴν πρόσθεσιν τοῦ γράμματος: ἔπειτα δ᾽ ὅτι τὸ τρήρωνες μόνον ἐδέξαντο εἶναι ἐπίθετον πελειάδων, ἐπεὶ διὰ τὴν ἀσθένειαν εὐλαβὴς ἡ ὄρνις αὕτη: τρεῖν δ᾽ ἐστὶ τὸ εὐλαβεῖσθαι. πιθανὸν δ᾽ ἐστὶ τὸ ἐπίθετον καὶ ἐπὶ τῶν Πλειάδων τιθέμενον: μυθεύονται γὰρ καὶ αὗται τὸν Ὠρίωνα φεύγειν, διωκομένης τῆς μητρὸς αὐτῶν Πληιόνης ὑπὸ τοῦ Ὠρίωνος.ἐν δὲ τὰ τείρεα πάντα τά τ᾽ οὐρανὸς ἐστεφάνωται,
Πληιάδας θ᾽ Ὑάδας τε τό τε σθένος Ὠρίωνος
ἄρκτον θ᾽, ἣν καὶ ἅμαξαν ἐπίκλησιν καλέουσιν.