previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὑποθέμενος οὖν κατηστερισμένον τὸ τοῦ Νέστορος ποτήριον μεταβαίνει καὶ ἐπὶ τὰ κράτιστα τῶν ἀπλανῶν ἀστέρων, οἷς δὴ τεκμαίρονται τὰ περὶ τὴν ζωὴν οἱ ἄνθρωποι: ‘λέγω δὲ τὰς πελειάδας. ὅταν γὰρ εἴπῃ:
δύο δὲ πελειάδες ἀμφὶς ἕκαστον
χρύσειαι νεμέθοντο,
πελειάδας οὐ σημαίνει τὰς ὄρνιθας, ἅς τινες ὑπονοοῦσι περιστερὰς εἶναι, ἁμαρτάνοντες. ἕτερον γὰρ εἶναί φησιν Ἀριστοτέλης h. a. V 544 b2' 'πελειάδα καὶ ἕτερον περιστεράν. πελειάδας δ᾽ ποιητὴς καλεῖ νῦν τὰς Πλειάδας, πρὸς ἃς σπόρος τε καὶ ἀμητὸς καὶ τῶν καρπῶν, ἀρχὴ γενέσεως καὶ συναιρέσεως, καθά φησι καὶ Ἡσίοδος op. 383':'
Πληιάδων Ἀτλαιγενέων ἐπιτελλομενάων
ἄρχεσθ᾽ ἀμητοῖ᾽, ἀρότοιο δὲ δυσομενάων.
καὶ Ἄρατος 264':'
αἳ μὲν ὁμῶς ὀλίγαι καὶ ἀφεγγέες, ἀλλ᾽ ὀνομασταὶ
ἦρι καὶ ἑσπέριαι, Ζεὺς δ᾽ αἴτιος, εἱλίσσονται:
ὅς σφισι καὶ θέρεος καὶ χείματος ἀρχομένοιο
σημαίνειν ἐπένευσεν ἐπερχομένου τ᾽ ἀρότοιο.
τὰς οὖν τῆς τῶν καρπῶν γενέσεως καὶ τελειώσεως προσημαντικὰς Πλειάδας οἰκείως ἐνετόρευσε τῷ τοῦ σοφωτάτου Νέστορος ποιητὴς ποτηρίῳ: καὶ γὰρ τοῦτο τῆς ἑτέρας τροφῆς δεκτικὸν ἀγγεῖον. διὸ καὶ τῷ Διὶ τὴν ἀμβροσίαν τὰς Πελειάδας φέρειν φησί:

τῇ μέν τ᾽ οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ Πέλειαι
τρήρωνες, ταί τ᾽ ἀμβροσίην Διὶ πατρὶ φέρουσι.

οὐ γὰρ τὰς πελειάδας τὰς ὄρνεις φέρειν νομιστέον τῷ Διὶ τὴν ἀμβροσίαν, ὡς <οἱ> πολλοὶ δοξάζουσιν ῾ἄσεμνον γάῤ, ἀλλὰ τὰς Πλειάδας. οἰκεῖον γὰρ τὰς προσημαινούσας τῷ τῶν ἀνθρώπων γένει τὰς ὥρας, ταύτας καὶ τῷ Διὶ φέρειν τὴν ἀμβροσίαν. διόπερ ἀπὸ τῶν πτηνῶν αὐτὰς χωρίζει λέγων:
τῇ μέν τ᾽ οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ Πέλειαι.
ὅτι δὲ τὰς Πλειάδας τὸ ἐνδοξότατον τῶν ἀπλανῶν ἄστρων ὑπείληφε, δῆλον ἐκ τοῦ προτάττειν αὐτὰς κατὰ τὴν τῶν ἄλλων συναρίθμησιν:

ἐν δὲ τὰ τείρεα πάντα τά τ᾽ οὐρανὸς ἐστεφάνωται,
Πληιάδας θ᾽ Ὑάδας τε τό τε σθένος Ὠρίωνος
ἄρκτον θ᾽, ἣν καὶ ἅμαξαν ἐπίκλησιν καλέουσιν.

ἐπλανήθησαν δ᾽ οἱ πολλοὶ νομίζοντες τὰς πελειάδας ὄρνεις εἶναι πρῶτον μὲν ἐκ τοῦ ποιητικοῦ σχηματισμοῦ τοῦ κατὰ τὴν πρόσθεσιν τοῦ γράμματος: ἔπειτα δ᾽ ὅτι τὸ τρήρωνες μόνον ἐδέξαντο εἶναι ἐπίθετον πελειάδων, ἐπεὶ διὰ τὴν ἀσθένειαν εὐλαβὴς ὄρνις αὕτη: τρεῖν δ᾽ ἐστὶ τὸ εὐλαβεῖσθαι. πιθανὸν δ᾽ ἐστὶ τὸ ἐπίθετον καὶ ἐπὶ τῶν Πλειάδων τιθέμενον: μυθεύονται γὰρ καὶ αὗται τὸν Ὠρίωνα φεύγειν, διωκομένης τῆς μητρὸς αὐτῶν Πληιόνης ὑπὸ τοῦ Ὠρίωνος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
hide References (2 total)
  • Cross-references from this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: